Oratio 32
Libanius
Libanius, Oratio 32, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
καλῶς ἐποίησας, ὦ Νικόκλεις, ἀπιστήσας [*](R II 223) ταῖς κατ’ ἐμοῦ παρ’ ἐνίων αἰτίαις. ἦν γὰρ οὐδ’ ὁτιοῦν ἐν αὐταῖς ἀληθείας, ᾧ καὶ τεθαρρηκὼς δι’ ὅρκου πί- στιν ἐποιούμην. καὶ τοῖς πράγμασι δὲ αὐτοῖς καὶ τῇ περὶ αὐτῶν διηγήσει πειράσομαί σοι τοῦτο ποιῆσαι καταφανές, ἵν᾿ αὐτός τε σαυτὸν ἐπαινῇς οὐκ μένος εἴ τέ τις τοῦτο πέπονθε, ῥᾷον αὐτὸν μεταπεί- θειν δύναιο.
2. Ἡκον ἐσπέρας εἰς τὸ βαλανεῖον ὃ τῇ πόλει δέ- δῶκε Τραϊανὸς βασιλεύς, καὶ ἐπειδή μοι τὰ πρὸς τὴν [*](C = Codex Chisianus) [*](Α = Monacensis gr. 483 (Augustanus)) [*](Ρ = Palatinus gr. 282) [*](Ι = Marcianus append. XCI 2) [*](V = Vindobonensis phil. gr. XCIII) [*](10 Euagr. h. e. II 12. Ιο. Malal. XI p. 276, 1 et 19 sq.) [*](1 Πρὸς Νικοκλέα Ι rubr sed έα in ras m3 om reliqui libri Re | τοῦ αὐτοῦ ante περὶ V | περὶ θρασυδαίου C sed m2, Ρ sed ερὶ et ίου in ras m2, Ι rubr πρὸς θρασύδαιον Α λβ ante πρὸς) V Re | λόγος εἰκοστὸς τρίτος post θρασύδαιον V rubr, λοιγὸς ις΄ in marg I3 3 αἰτίαις C sed ι (3) inser m2 | οὐδ’ ὄτιοὖν Α οὐδοτιοῦν Re 9 δύναιτο coni Re Anim)
πεπεῖσθαι δὲ εἰπόν- τες τῇ συμβουλῇ μετὰ τοῦ δακρύειν, λέγειν δὲ καὶ τὸν σύμβουλον μετὰ δακρύων ὡς ὄντος τοῦ φοβοῦντος μεγάλου, ταῦτ’ οὖν ὑπειπόντες προσέθεσαν, ὡς αὐτοὶ μὲν εἶεν πρέσβεις ὁμολογίᾳ τῇ σφῶν αὐτῶν, δέοιντο δὲ τετάρτου, δεδόχθαι γὰρ δὴ πέμπειν τοσούτους, καί, ἔτυχε γὰρ πλησίον καθήμενος Εὐσέβιος ὁ σοφιστής, ᾔτουν παρ’ ἐμοῦ τὸν ἄνθρωπον, ἐγὼ δὲ τοῦτον αὐτῶν ἐπ’ ἐκεῖνον μετέφερον τὸν λόγον, ὡς βέλτιον <ὂν> ἐμὲ κελεύειν, ἀλλὰ πείθειν ἐκεῖνον. ἤκουσε ταῦτα. ὑπήκουσεν, οὐ γὰρ ἦν καλὸν ἀπειθεῖν.
προσλα- [*](R II 225) βόντες | δὴ τὸν τέταρτον δέονταί μου τῆς ἐπι- ούσης παρεῖναί τε αὐτοῖς ὡς τὸν στρατηγὸν εἰσιοῦσι καὶ συμπράττειν ὅ τι δυναίμην ἐγγύθεν. πείθομαι [*](5 Ellebichi. cf. t. II 490, 16 sq. 10 cf. t. Ι 194, 3) [*](1 μενέδημος Ι sed ενέ ex ε corr m3 3 καθῆντο scripsi e V ἐκάθηντο CPI sed ἑ antepos P2I3, edd κάθηντο A 6 ὡς in ras I3 9 γὰρ inser I3 10 δὲ scripsi τε libri edd 11 λέγειν Ρ sed λ in ras m2 13 εἰπόντες Ι sed ὑπ antepos m3, Bong 16 καθήμενος Ρ sed ς in ras m5 18 μετέφερον Ι sed ε (2) in ras m3 | ὂν inserui auctore Re Anim 19 νους? 20 ὑπήκουσεν Ι sed ν add m3 23 ὄτι Ι)
εἰσελθόντων δὲ ἡμῶν καί τινων ῥημάτων γιγνομένων εἰς πρόφασίν τε ἑκάστου φεύγοντος ἐμὲ τοῦ πράγματος καταστήσας κύριον ὁ στρατηγὸς ἐπ’ ἀποδεδειγμένοις τοῖς πορευσομένοις εἰσ- ελθεῖν αὖθις ἔδωκεν. ἐξήλθομεν. ἐν ματαίοις λόγοις οὐκ ὀλίγον τῆς ἡμέρας διετρίβη μένειν αὑτῷ προσ- ήκειν ἑκάστου λέγοντος, ἕτερον δὲ βαδίζειν. κἀν τοις ἐμοὶ μὲν οὐδεὶς προσεῖχεν οὐδ’ ἠρώτα οὐδὲν οὐδὲ ἀπῄτει ψῆφον, ἐφ’ ἑτέρους δὲ τὴν κρίσιν ἦγον, ὥστ ἐμὲ μηδὲν διαφέρειν τῶν ἔξωθεν περιεστηκότων.
ἀπ- εἰπὼν οὖν καθήμενος καὶ καταγελώμενος πολλάκις ὁρμήσας ἐπὶ τοὺς νέους καὶ τὰ ’μαυτοῦ κωλυθεὶς ὑπό του τῶν φίλων ὡς ἀδικήσων τὸν στρατηγόν, εἰ οὕτως ἀπέλθοιμι, χωρῶ τε παρ’ αὐτὸν καὶ εἰπὼν οὐδὲν δε- δυνῆσθαι τῆς ἐκείνου ῥώμης ἔφην δεῖσθαι τὸ πρᾶγμα. | καὶ οὐκ ἐψευδόμην· ὑποδείξας γὰρ ὀργῆς τι [*](R II 226) πάντας εἶχε δεχομένους τὴν ὁδόν, ἐρομένων δέ, ὅστις τοῖς ἐκείνων ἀντ’ ἐκείνων ἀρκέσει, τῷ μὲν τὸν κηδε- στὴν εἶπε, τῷ δὲ τὸν ἀδελφόν, Θρασυδαίῳ δὲ αὑτόν. [*](3 Plat. Theaet. p. 168 A. Xen. Mem. II 8, 6. IV 4, 24. cf. p. 160, 4) [*](1 „malim διεωσάμην“ Re 2 ἂν τὸν] αὐτὸν Bong qui αὐτῶν coni 7 γινομένων V 11 αὐτῷ Ρ sed ’ in ‘ corr m5, IV 12 καὶ V 13 προσεῖχεν I sed v add m3 14 ὥστ’ ἐμὲ scripsi ὤσιε με libri edd 17 τἀμαυτοῦ edd 21 τι Ρ sed ι in ras m3 24 εἶπεν A | αὐτὸν V)
τούτων τοίνυν ἐγνωσμένων καὶ πεπηγότων ἀπιόντων ἡμῶν ἐμὸν ἔργον Θρασύδαιος ἔφησεν εἶναι τὸ μεῖναι Μενέδημον, καὶ παίζειν αὐτὸν ἡγούμενος πόσου τοίνυν ἀπεδόμην τὴν μονήν; ἠρόμην. ὁ δὲ τοῦτο μὲν ἔφη μικρὸν ὕστερον δείξειν, ἔχειν δὲ τὸ πρᾶγμα οὐκ ἄλλως, ἀλλ’ ἐμὸν εἶναι τὸ ἔργον. καὶ οὐκ ἀπέχρη ταῦτα, ἀλλὰ δείλης προσπεσών μου ταῖς θύραις καὶ περὶ αὐτὰς εὑρὼν παῖδα τὸν ἐμὸν καθήμενον, οὗ τἀμὰ γνώμῃ βασιλέως γέγονε κε- λεύσαντος ὑποχωρῆσαι τὸν περὶ ταῦτα νόμον, τοῦτον οὖν ὁ Θρασύδαιος εὑρὼν εἵλκυσεν εἰς λειτουργίαν [*](R II 227) βοῶν καὶ μόνον οὐ παίων λέγων αὐτὸν | κεκτῆ- σθαι γῆν ἀνδρὸς βεβουλευκότος.
καὶ τοῦτο μὲν οὐκ ἐψεύδετο, θαυμάσαι δὲ ἄξιον, ὅπως ἐν τοῖς ἄλλοις τοῦτ’ οὐχ ἐώρα τὸ δίκαιον τοσούτων κτημάτων ἐπ’ ἄλλους μετερρυηκότων καὶ μάλιστα δὴ τὸν ἑαυτοῦ κηδεστὴν Θεμίσωνα. ἐγὼ δὲ τὸ μὲν τὸν Κίμωνα λει- [*](13 cf. t. Ι 193, 17sq. Cimonem. cf. t. Ι 152, 16 sq. 18 cf. ep. 958. 1046. t. III 225, 13 R) [*](4 ὀνήσαι Re νοήσαι libri Bong 9 παίξειν V 11 ἔφην Ι 13 προσπεσών Ρ sed ροσ in ras m5, Ι sed σ (1) inser m3 προπεσών CA 15 τὰ ’μὰ A | γέγονεν Α .17 θρασυδαῖος Re 18 μονονοὺ CAPI edd | αὐτὸν Ρ sed ον in ras m5 κεκτῆσθαι Ρ sed κεκ in ras m5, Ι sed κε in ras m3 ἐκτῆσθαι CA 23 θεμίσωνα Ι sed θε in ras m3)
Θρασύδαιος δὲ τοιαῦτα παροινήσας οὐκ ἐνταῦθα ἔστη, ἀλλ’ εἰς τοσοῦτον ἧκεν ἀσελγείας, ὥστ’ ἄρας τὴν φωνὴν λόγους μὲν ἔλεγέ μοι συγκεῖσθαι κατὰ πάντων ἀνθρώπων οὐδὲ τὸ κατὰ πάντων μανίαν ἡγούμενος· τίς γὰρ ἂν εἷς ἄνθρωπος περὶ πάντων <ἔλεγε> καὶ ταῦτα τοῦ χρόνου τὸ τοῖς βουλομένοις μανθάνειν νέμων; ὁ δὲ καὶ αὑτὸν ἔλεγεν εἶναι τούτων ἕνα καθ’ ὧν σύγκεινταί μοι λόγοι.
καίτοι τῶν φίλων τῶν ἐμῶν ἅπαντα τὸν χρόνον ἠξίου νομίζεσθαι καὶ εἰ τῴ γε ἧττον ἑτέρου δοκοίη, δεινὰ πάσχειν ἔφασκε καὶ ἀδικεῖσθαι. καὶ τί δεῖ τὰ πολλὰ λέγειν; τοῖς γὰρ εἰσιοῦσιν ὡς αὐτὸν ὁπότε ἀσθενοίη, ἦν ὁρᾶν εἰκόνα ἐμὴν ὑπὲρ τῆς κλίνης αὐτοῦ καὶ ἐφιλοτιμεῖτο τῇ τιμῇ καὶ οὐ τοῦτ’ ἔφασκεν εἶναι θαυμαστόν, εἰ αὐτὸς ἔχοι, ἀλλὰ τὸ μὴ καὶ πάντα τὸν | ἐμῶν περὶ αὑτὸν ἀπολελαυκότα πόνων. [*](R II 228) ἔστιν οὖν ὅπως ἐκεῖνα πεπεισμένος ταῦτα ἂν ἔδρα; οὐκοῦν ἐξελέγχεται συκοφαντῶν οἰόμενος παροξυνεῖν έπ’ ἐμὲ τῶν ἀκουόντων ἕκαστον καὶ κοινόν τινά μοι [*](5 ἔχει Re ἔχειν libri edd 7 τὰ τοιαῦτα edd 9 ἀσελ- γείας scripsi coll. p. 156,14 ἀσεβείας libri edd 11 μανίαν Ι sed ν del m3 12 ἔλεγε inserui 13 αὐτὸν V 14 σύγκειν- ταί scripsi κεῖνται libri edd 16 ἠξίουν Bong | ἥττων AIV Bong 18 αὑτὸν Re 20 αὐτοῦ scripsi αὐτῷ libri edd | ὐ μόνον οὐ post καὶ (2) in marg inser C s 22 αὐτὸν AIV 24 παροξυνεῖν scripsi cum Cobeto Coll. 129 παροξύνειν libri edd)
εἶθ’ ἕνα μή τις τὸν ἔρηται· καὶ σοὶ πόθεν ταῦτα ὑπῆρξε μαθεῖν; ἐμέ φησιν ἐμαυτοῦ πρὸς αὐτὸν κατειπεῖν. ἐκ ποίας ἀνάγκης; τίνος βασάνου βιαζομένης; ποίων πληγῶν; ποίου σιδήρου; τίνος πυρός; ἤ, εἰ μὴ τοῦτο, ποίας μέθης; τί δαί μοι καὶ τὸ κέρδος εἰδέναι ταῦτα τούτου μέλλοντά γε θρασύτερον οἷς ἤκουσεν ἔσεσθαι; ᾔδειν δὲ αὐτοῦ τὴν φύσιν τὴν εἰς ὀργὴν μὲν ἑτοίμην, κινη- θεῖσαν δὲ οὐκέτ’ οὖσαν καθεκτὴν οὐδὲ δυναμένην αἰδεσθῆναι τῶν πάντων οὐδέν. ἐμαυτὸν οὖν τηνάλλως κατεκρήμνιζον; οὕτω δέ ἐστι σοφός, ὥστ’ οὐχ ὁρᾶ καθ’ ἑκάτερον αὑτὸν αἱρῶν, εἴτε ἤκουσεν εἴτε καὶ οὐκ ἤκουσεν. ἢ γὰρ ἐσυκοφάντει τὰ οὐκ φαινόμενος ἢ τὴν ἐν τῇ φιλίᾳ πίστιν ἠδίκει, εἴπερ ὡς οὐκ ἐξερῶν ἀκούσας ἐξεῖπεν ἀκηκοώς.
12. Μενέδημον γάρ, φησιν, ἐξήρπασας τῆς πρεσβείας, ἐμὲ δὲ οὔ καίτοι τῆς αὐτῆς οὔσης ἀμφοτέροις καταφυγῆς τῆς περὶ τὰ ἄρθρα νό- σου. καὶ τίς ἡ παρ’ ἐμοῦ τῷ Μενεδήμῳ βοήθεια: οὔτε γὰρ ἐν τῇ βουλῇ τοιοῦτον εἶπον οὐδέν, ὅτι ὦ ἄνδρες, οὐκ ἔστι Μενερήμῳ κινεῖσθαι. πῶς ἂν οὖν πρεσβεύσειε; τῷ τε στρατηγῷ σιγῶν παρεκαθή- [*](R II 229) μὴν διέχων τοσοῦτον, | ὡς μηδὲ δύνασθαι συκο- φαντηθῆναι τὸν ὦμον, οὔτε ἔξω τούτων οὐδὲν ἐπράχθη τι παρ’ ἐμοῦ πρὸς τοῦτο φέρον. καὶ δὴ καὶ τὸν Ἥλιον ὄμνυμι καὶ πάντας θεοὺς μήτ’ ἀκηκοέναι τι πάρα [*](2 ταῦθ’ V 6 δέ IV | καὶ om Re 9 οὐκέτ’ οὖσαν Ι sed apostroph. et spir. supra υ (2) m3 10 τηνάλως Ι Bong) [*](12 ἐρῶν I Bong | καὶ om C 16 μενέδημον γὰρ vocibus des. fol. 264 in C reliqua duobus foliis amissis perierunt 17 τῆς αὐτῆς om Bong 23 μηδὲ scripsi μὴ libri edd 25 et 26 τι cancellavit Cobetus Coll. 129 | φέρον Ι sed o ex ω corr)
13. Ἐμὲ γάρ, φησιν, ἠρώτας, εἰ δύναιτο ἄν οὐκοῦν μόνον, ἄλλον δὲ οὐδένα, οὐδ’ ἂν εἶποι παρ- ἐλθὼν οὐδεὶς ἕτερος ἠρωτῆσθαί τι τοιοῦτον; καίτοι καὶ εἰ πάντες τῶν αὐτῶν ἦσαν ἀκούσαντες ῥημάτων, οὐδ’ οὕτω τοῦτ’ ἂν ἔπραττε Μενεδήμῳ τὴν μονήν. ἦν γὰρ τοῖς ἠρωτημένοις, εἵπερ ἤθελον, ἀποκρίνασθαι καὶ πάνυ τὸν ἄνθρωπον δύνασθαι. νῦν δ’ οἱ μὲν οὐκ ἤκουσαν, σὺ δὲ πρὸς τῷ τοίχῳ μόνος καὶ μικρᾷ γε τῇ φωνῇ. τίς οὖν ἐντεῦθεν ἀπαλλαγὴ τῷ | Με- [*](R II 230) νεδήμῳ;
εἰ δ’ οὖν καὶ περὶ σοῦ τοιαῦτα ἠρώτων ἕτερον, ὄντος καὶ ἐν σοὶ ταὐτοῦ νοσήματος οὐδὲν <ἂν> ἄλογον ἔπραττον. οὐ γὰρ ἐν ἐξετάσει τό γε σὸν ἦν, ἀλλ’ ἀνωμολόγητο, καί σε πρεσβευτὴν ἐπεποιήκει τὸ συμπό- σιον καὶ τοὺς ἐπαινοῦντας εἷχες τῶν μὲν τὸν φιλόπολιν, τῶν δὲ τὸν ἄοκνον καλούντων, ἑτέρων τὸν πρὸς τὴν αὑτοῦ δίκαιον, ἄλλων τὸν φιλόπονον, καὶ οἷα δὲ ἐρεῖς καὶ ὅσα καὶ ὡς θέλξεις τὸν βασιλέα.
καὶ σὺ ταῦτα ἀκούων ἐρῶν ἐφαίνου τῆς ὁδοῦ δῆλον ὅτι θαρρεῖν ὑπὲρ τοῦ σώματος ἔχων καὶ πιστεύων αὑτῷ τὴν δια- κονίαν οἴσειν, ὥστε σου τὰ περὶ τῆς νόσου μετὰ ταῦτα ῥήματα σχήματος εἶναι δοκεῖν, οὐκ ἀληθείας καὶ θρυ- πτομένου μᾶλλον ἢ βουλομένου μένειν, ἐπεὶ τοῦ χάριν οὐ προσελθών μοι καὶ λαβόμενος τῆς δεξιᾶς ἔλεγες πρὸς οὖς, ὄτι ὦ φίλτατε, τῶν μὲν ἐπὶ τῆς ἑστιά- [*](2 τὴν χάριν Bong 6 ἠρωτῆσθαι τί I 9 ἀποκρίνε- σθαι V 10 δὲ Re 14 ἂν inserui 15 τὸν Re 19 αὐ- τοῦ IV Bong 20 ταῦτ’ V 21 δηλονότι Re 22 αὑτῶ Re αὐτῷ libri Bong 26 ἔλεγε Ι Bong qui ἔλεγες coni)
καίτοι χαλεπὴ μὲν ἡ συμμαχία καὶ τὴν τῶν ἄλλων ἔχθραν ἡμῖν ἐπιφέρουσα. ἢ σὺ μὲν διὰ Μενέδημον ἐπ’ αἰτίᾳ ψευδεῖ τοιαῦτα ἔδρας, [*](R II 231) οἱ δ’ οὐκ | ἂν διὰ σὲ σαφοῦς ἀπολαύοντα ῥοπῆς; ὁ δὲ ταύτην ἀφεὶς τὴν οὐ δικαίαν μὲν οὐδ’ αὐτήν, ἐπιεικεστέραν δὲ ὁδὸν οὐδὲν ὑπ’ ἐμοῦ παθὼν οὔτε μέζον οὔτε ἔλαττον ἐπῆλθεν, ἐπεστράτευσεν, ἐνέβαλεν, οὐδὲν ἀσελγείας ἀπέλιπε τὰ μὲν εἰπών, τὰ δ’ οὔπω βούλεσθαι φήσας ὄντα πολλῷ τῶν εἰρημένων τερα.
εἶτ’ ὦ ταραχῆς ἔμπλεως, περὶ τὸν αὐτὸν ἄνθρωπον ἄμφω, πόλεμός τε καὶ φίλτρον, καὶ μῖσος καὶ κηδεμονία; ἐν οἷς μὲν γὰρ ἔλεγες, τὸ τοῦ δυσμε- νοῦς ἐποίεις, ἐν οἷς δὲ οὐκ ἔλεγες, τὸ τοῦ φειδομένου. καίτοι χρῆν ἢ πάντα σιγᾶν ἢ μηδὲν καὶ ἢ τὸν αἰδού- μενον ὅλως ἢ τὸν οὐκ αἰδούμενον δεικνύειν. νῦν δ’ οἷς εἴρηκας τὸ μηδὲν εἶναί σοι πλέον εἰπεῖν ὡμολό- γησας.
τί δ’ ἂν καὶ μεῖζον εἶχες εἰπεῖν τῶν ἀνα- [*](23 cf. p. 153, 9 sq.) [*](1 πολλὴν Re πολλῶν libri sed ~ eras et ω in η corr V, Bong 2 τ’ V 3 ταῦτ’ V | ἐπηγγελόμην Ι Bong 4 δή scripsi e V δέ reliqui libri edd 6 ἀμύναι Α 7 χαλεπὸν Bong 10 οἳ Α οἴ V 13 ἐπέβαλεν? 16 αὐτόν inser I3) [*](17 num φίλτρον, μῖσός<τε> καὶ ? 18 μὲν e με corr 19 κηδομένου? 20 χρῆν Α 21 δὲ Re)
19. Τῶν τοίνυν ἀκουόντων περὶ τῶν γεγενημένων ἀπιστούντων, εἰ πρὸς τοσοῦτον ἥκοι θράσους, πάλιν ἐποιεῖτο τὴν αὐτὴν ἐπίδειξιν καὶ πάλιν αὐτὸς ἦν ταὐτὰ μὲν κατηγορῶν, ταὐτὰ δὲ ἀπειλῶν, ταὐτὰ δὲ φθεγγό- μενος ἐν ξένοις, ἐν πολίταις, ἐν τοῖς ἐμοῖς φιλτάτοις. εἶθ’ ὡς ἀπεῖπεν ὑβρίζων, παριόντα προσεῖπε κυνὸς ἁπάσης παρελθὼν ἀναίδειαν. ἐγὼ δὲ ὢν ὅσπερ εἰμί, πάντως δὲ οὐκ ἀγνοεῖς, ὦ Νικόκλεις, τὸν τρόπον οὐδ’ ὡς μεμελέτηκα τὰ τοιαῦτα φέρειν, τί οὖν ἔμελλον δράσειν ἢ ὅπερ πεποίηκα; ἀντιπροσεῖπον.
ὡς οὖν ἐξαληλιμμένων ἁπάντων ἐκείνων τοῖς ὀλίγοις τούτοις ῥήμασι | τοῖς προσρήσεως ἕλκων ἐρυθριῶντα τὸν [*](R II 233) αὑτοῦ κηδεστὴν εἰσελθὼν οὗ σύνειμι τοῖς νέοις νέοις ἐκά- θητο οὐ κύπτων εἰς γῆν, οὐ κνώμενος τὴν κεφαλήν, ἃ τῶν αὑτῶν κατεγνωκότων ἐστί. καίτοι ἔγωγε ἡγού- μην ἠδικηκέναι μὲν ὁμολογήσειν αὐτόν, ἐγκώμια [*](21 cf. p. 152, 23) [*](5 ἔκ τινος Ι 7 num παρίει praeferendum? 9 ἀκου- όντων Ι sed ου ex o corr et ντ in ras m3 11 ὁ αὐτὸς Ι Bong cf. 15. 1 118,5 13 ἐμοὶ Re fortasse recte, quamquam improbavit Cobetus Coll. 129 14 παριόντα <με> 16 Bong | δ’ Re 21 αἰτοῦ IV Bong 24 αὐτόν scripsi e V αὑτὸν reliqui libri edd)
εἶτα πρὸς τοὺς ἐντυγχάνον- ενέδημον Μενέδημον δὲ ἐμοῦ προτετιμῆσθαι καὶ τοιαῦτα ἐσχετλίαζε λέγων, ὡς ἐπαινοίη Μενέδημος τοὺς αὑτοῦ διδασκάλους. καλῶς γε ἐκεῖνος καὶ τὰ δίκαια ποιῶν, ἐπεὶ καὶ γονέας τοὺς αὑτοῦ θεραπεύων χρηστὸς ἂν ἦν καὶ περὶ τὴν φύσιν εὐσεβής. οὐ δὴ μισήσειν ἔμελλον ἐγὼ δι’ ἀρετὴν ἄνθρωπον, ἣν ἔδει [*](R II 234) καὶ σὲ μιμεῖσθαι.
νῦν | δ’ ὁ μὲν καὶ τεθνε- ῶτας ἐκείνους θεραπεύει καὶ ὅ τι αὐτοῖς οἴεται καλὸν εἰρῆσθαι, τοῦτο εἰς μέσον ἀέ καὶ φέρει καὶ ᾄδει, σὺ δὲ τὸν σαυτοῦ ζῶντα κακοῖς ἥδιστα μὲν ἂν καὶ πα- τάξας, ἐγκαλῶν δὲ τῷ ταῦτα οὐκ ἐῶντι νόμῳ. ἐγὼ δὲ πάντα μὲν δίκαιον παντὸς ἀδίκου μᾶλλον ἐπαινέσαιμ ἄν, οὐ μὴν τοὺς ἑτέροις γε ὡμιληκότας τῶν ἐμοὶ κὰτ αὐτό γε τοῦτο μᾶλλον ἀγαπῶν φανείην ἄν, οὐδὲ γὰρ ἄλλος οὐδεὶς σωφρονῶν, οὐδὲ τὸν μὲν ἤθελον οἴκοι μένειν, σὲ δὲ ἰέναι κατ’ αὐτὸ τοῦτο τὸ τὸν μὲν εἶναι τοῦ δεῖνος μαθητήν, σὲ δὲ ἐμόν. ἀλλ’ ὅπως ἔσχε ταῦτα διηγησάμην.
23. Εἰ δὲ Μενέδημος πρότερον μὲν οὐκ ἦν φίλος, νῦν δέ, τί θαυμαστόν; πολὺ γὰρ δὴ τοῦτο ἐν τοῖς [*](2 ὅ ΙV Bong ὅ Α | δὲ Re 4 num πικρόν? 5 γόμενος Bong 6 δι’ ἐμοῦ coni Bong 8 αὐτοῦ IV Bong 9 αὐτοῦ Ι Bong 10 ἢν 1)18 Ι sed prius inser m3 11 διὰ ΑΡ sed in hoc ὰ eras et ’ pos m2 | ὃν Re 12 δὲ 15 πατάξας V Re πατάξαις ΑΡ sed in hoc in marg οἶμαι οὕτως· παρατάξας, Ι Bong 16 δὲ in δὴ corr Ρ δὴ V 22 ἱστᾶι Ι Bong)
καὶ τί δεῖ τὰ παλαιὰ λέγειν; νυνὶ γὰρ εὐχαὶ μὲν ὑπὲρ Ῥωμαίων ἐν Πέρσαις, εὐχαὶ δὲ έν τῇ γῇ τῇ Ῥωμαίων ὑπὲρ τῆς ἐκείνων ἀρχῆς. καί- τοι τίς οὐκ οἶδε τάς τε ἐκείνων εἰς τὴν ἡμετέραν ἐμ- βολὰς τὰς πολλάς, ὧν καθ’ ἑκάστην ἡρπάζοντο πόλεις, τήν τε ἀντὶ τούτων στρατείαν ἣ τὰ ’κείνων οὕτως ἤλεγξεν, ὥστ’ εἰ μὴ δαίμων τις φθονερὸς ἀντέπεσε, μέρος ἂν ἦσαν τῆς Ῥωμαίων ἀρχῆς.
καὶ μος τοίνυν φιλίας ἐπιθυμήσας οὐκ ἦν ἀπελαύνεσθαι δίκαιος οὐδ’ εἰ τι πρότερον ἡμαρτηκὼς ἦν. πολλοὺς γὰρ εἶχεν ἐξαριθμεῖν σπονδῶν τετυχηκότας. οὐ γὰρ οἶδ’ ὅστις ἐμοῦ πλείοσιν ἀφῆκεν αἰτίας. μὴ δὴ τὸν πρὸ τῆς φιλίας λεγέτω μοι τις χρόνον, ἀλλ’ εἴ τι δυσμενείᾳ πρέπον ἐν αὐτῇ γεγένηται. τοῦτο δὲ δει- [*](4 Ηer. VIII 75. 110. Xen. Hell. VII 1,33 sq. 5 cf. Argum. ad Dem. et Aesch. or. de fals. leg. 7 II. η 299 sq. 8 II. β 769 13 cf. t. II 347, 11 14 Dem. p. 103, 15 16 cf. t. II 215,16; 360,17) [*](2 δὲ Re 8 ἀχιλλεὺς V Bong | ἐμήνιε Ι Bong 10 ἐμή- νυε V sed υ ex ι corr m2 | νῦν V 12 τῇ (2)] τῶν V | ’ κεί- νων Α 14 διηρπάζοντο Cobet Coll. 129 at cf. Dem. 1. 1, et Thuc. Ι 5, 1 15 στρατείαν Re στρατιὰν Libri Bong | τἀ- κείνων edd 16 τίς Ι 22 τίς V 23 δυσμένεια Ι)
26. Ἆρ’ οὖν εἰς λόγους εὐθὺς ἐλθὼν ἡμῖν οὗτος ὁ Θρασύδαιος ἐγένετο μετριώτερος; πολλῷ μὲν οὖν χαλεπώτερος, ὅσῳ τότε μὲν ὕβριζεν, ἐν δὲ τούτοις ἐπεβούλευε, μᾶλλον δὲ ἄμφω μὲν πρότερον, ὕστερον δὲ μειζόνως τὸ δεύτερον. εὐπορῶν γὰρ οὐκ ὀλίγων τῶν παρὰ τῷ στρατηγῷ δυναμένων ὑπὲρ ὧν ἐβούλετο διαλεχθῆναι ἀφεὶς ἅπαντας ἐκείνους ἐμὲ τὸν ταῦτα αὐτῷ πράττοντα ἐβούλετο γενέσθαι οὐχ ὡς ἥττονος ἐν ἐκείνῳ τῆς βοηθείας ἐσομένης, ἀλλ’ ἦν ἡ σπουδὴ τὴν ὀργὴν τῶν τοῦτο δυσχερανούντων καὶ τοὺς ἀπ’ αὐτῆς λόγους ἐπ’ ἐμέ τε ἐλθεῖν καὶ τὴν ἐμὴν κεφαλήν.
27. Καὶ ὅτι τοῦτ’ ἔστιν ἀληθές, γνοίη τις ἂν ἐκεῖ- [*](R II 237) θὲν. | αἰτήσας γὰρ δὴ τὸ ἔργον πρὶν τι γενέσθαι πρὸς τοὺς παρ’ αὐτὸν εἰσιόντας ὡς ἐπὶ πένθει πιστεύ- ειν τε ἔλεγεν ἀπολυθήσεσθαι τῆς ὁδοῦ καὶ δι’ ἐμοῦ τοῦτο ἔσεσθαι. καίτοι σιγᾶσθαι ταύτα ἐλυσιτέλει. ἀλλ’ οὐκ ἄν ἔπασχον σιγωμένων ἃ ῥηθέντων ἔπαθον. [*](1 φθόνει Re φθονείτω libri Bong 3 ἔχειν in ras P3 4 τῶν] τοῖν e τὸν corr A2 6 μὴ δ’ AIV 6 ἐμοῦ Ρ sed οῦ in ras m4 7 τοῦ inser Ρ2 11 ὅσῳ] ὅτι? | ὕβριζεν Ι sed ν add m3 13 ἀπορῶν V 14 „ante ὑπὲρ uidetur ali- quid desiderari e. c. συμπραξάντων ἂν“ Re 17 num ἐκείνοις scribendum? 20 τίς AI 21 λαλήσας vel ᾄσας? cf. Apost. prov. Ι 32 | δὴ om V 25 ἅπαθον scripsi e V ἔπασχον reliqui libri edd)