Oratio 30

Libanius

Libanius, Oratio 30, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

εἰ δὲ ταῖς κατασκαφαῖς ἐγί- γνοντο τῆς γνώμης αἱ περὶ ταῦτα μεταβολαί, πάλαι ἂν σῇ ψήφῳ τὰ ἱερὰ κατέσκαπτο· πάλαι γὰρ ἂν ἡδέως ταύτην εἶδες τὴν μεταβολήν. ἀλλ᾿ ᾔδεις οὐ δυνησό- μενος. διὰ τοῦτ’ ἀπέσχου τῶν ἱερῶν τούτων. τους δ’, εἰ καί τι τοιοῦτον προσεδόκων, μετὰ σοῦ προσ- ἧκεν ἐλθεῖν ἐπ’ αὐτὸ καὶ μεταδοῦναι τῷ κρατοῦντι τῆς φιλοτιμίας. ἦν δέ, οἶμαι, μηδὲν ἁμαρτάνοντας κατορθοῦν ἅπερ Μέλον κάλλιον ἢ μετὰ τοῦ πλημ- μελεῖν.

28. Εἰ δέ σοι φήσουσί τινας ἑτέρους ὑπὸ τούτων 20 γεγενῆσθαι τῶν ἔργων καὶ μετ’ αὐτῶν εἶναι τῇ περὶ τοῦ θείου δόξῃ, μή σε λανθανέτωσαν δοκοῦντας, οὐ γεγενημένους λέγοντες. ἀφεστᾶσι μὲν γὰρ οὐδὲν [*](17 ἡ ἀντίθεσις ἀντιστατική V2 23 γεγενημένους] ἤτοι χριστιανούς suprascr Μ) [*](2 δικάζοντες V 3 δὲ Sinner 4 τὰ ’κείνων MV τὰ κείνων Ι Monnier 5 ἐνεχθῆναι Ι sed ἐ in ras m3 | δέ ἐστι Μ γάρ ἐστι Β 10 ἐγίνοντο V 14 διατοῦτ᾿ ΡΙΜ | ἀπέχου CUI sed in hoc in ἀπέσχου corr m3 | τούτοις U 15 τοιοῦτο PMV edd | μετασοῦ Ρ 16 μετὰ δοῦναι C 17 τῆς om C) [*](18 ἤπερ Β | πλημελεῖν CPUIM 20 δέ σοι verbis rursus incipit A (fol. 141) Got Re 23 ἧττον Ρ sed ἧττ In ras m2 et μᾶλλον in marg m3, BU)

102
[*](R II 177) λον | αὑτῶν, φασὶ δέ. τοῦτο δέ ἐστιν οὐκ ἐκεί- νους ἕτερα τιμᾶν ἀνθ’ ἑτέρων, ἀλλὰ τούτους πεφενα- κίσθαι. ἔρχονται μὲν γὰρ ἐπὶ τὰ φαινόμενα <καὶ> τούτων ὄχλον καὶ διὰ τῶν ἄλλων ὧν οὗτοι πορεύον- τᾶι, καταστάντες δὲ εἰς σχῆμα τὸ τῶν εὐχομένων ἢ οὐδένα καλοῦσιν ἢ τοὺς θεούς, οὐ καλῶς μὲν ἐκ τοῦ τοιούτου χωρίου, καλοῦσι δ’ οὖν. ὥσπερ οὖν ἐν ταῖς τραγῳδίαις ὁ τὸν τύραννον εἰσιὼν οὐκ ἔστι τύραννος, ἀλλ’ ὅπερ ἦν πρὸ τοῦ προσωπείου, οὕτω καὶ ἐκείνων ἕκαστος τηρεῖ μὲν αὑτὸν ἀκίνητον, δοκεῖ δὲ τούτοις κεκινῆσθαι.