Oratio 30
Libanius
Libanius, Oratio 30, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
ὥσπερ οὖν ἐνταῦθα καίτοι θυσίαν οὐδεμίαν εἰπεῖν ἔχοντες ὅμως πολλὰ μέρη τὸν Ἀλκιβιάδην, μᾶλ- λον δὲ τὸν Ἀσκληπιὸν ἔτεμνον ἀποκοσμοῦντες τὴν πόλιν τοῖς περὶ τὸ ἄγαλμα, οὕτω χρὴ νομίζειν αὐτοῖς καὶ τὰ περὶ τοὺς ἀγροὺς ἐσχηκέναι. τέθυκε μὲν ἱερεῖον οὐδείς, ἐν οἷς δὲ καμόντες αὑτοὺς ἀνέπαυον ἱεροῖς, ταῦτα ἀνῄρηται μείζω τε ὁμοίως καὶ ἐλάττω. καὶ νε- ναυαγηκόσιν οἱ ταῦτα παθόντες ἐοίκασιν ἀνθρώποις ἐκπεσοῦσι τῶν νεῶν ἐφ’ ὧν ἔπλεον.
[*](16 [Aristid.] Rhod. t. I 812, 14 D. t. II 82, 32 Κ)[*](5 ἤτοι τοῦ Ἀλκιβιάδου P3 I cf. Helbig Ann. d. I. t. 38 (1866) p. 228 sq. Mon. d. I. VIII 25. Arndt Stren. Helbig. 10 sq.)[*](2 παροινίᾳ scripsi ex IMV παρανοίᾳ reliqui libri edd 3 αὐτοὺς V ’ 4 βερροίᾳ IMV cf. p.. 50, 13 6 τὸ inser I3)[*](7 αὐτοῦ Β Monnier | καθημέραν V 8 ἂν οὕτως Ι 9 τολ- μήσαι Μ 10 λαμπρὰ Ρ sed ~ e corr m2 11 ἠκριβωμένῳ Ι | τὰ Φειδίου χεῖρες Monnier 12 πολλοὶ? 17 οὕτως CPIM Mai 19 καμόντες scripsi κάμνοντες libri edd | αὐτοὺς V)24. Πότεροι τοίνυν τῶν δίκην ὀφειλόντων εἰσίν, οἱ τετηρηκότες τοὺς νόμους ἢ οἱ τὴν αὑτῶν βούλησιν ἀντ’ ἐκείνων πεποιημένοι; εἰ γὰρ δεινὸν μέν, ὦ βασι- λεῦ, τὸ τοῖς ὑπὸ σοῦ γραφεῖσιν ἀπειθεῖν, φαίνονται δὲ πεισθέντες μὲν οἱ μὴ τεθυκότες, ἐναντία δὲ πεποι- ηκότες οἱ διαφθείραντες ἃ μένειν τοῖς ἔχουσιν ἐδέ- δοκτό σοι, οἱ δίκην εἰληφότες ἐν αὐτῷ τῷ λαβεῖν ὀφείλουσιν· ἣν γὰρ οὐ προσῆκεν ἔλαβον ζῆν μὲν ἐάσαντες οἷς ἐνεκάλουν, ἃ δ’ οὐκ ἦν αἰτιάσασθαι τῶν γε ἀψύχων ὄντα κατεσκαφότες.
25. Καὶ μὴν εἰ καὶ σφόδρα τοῦτο ἦν ἀδίκημα, τὸ μὲν ἀξίους δεῖξαι δίκης ἐκείνους τούτων ἦν, τὸ δὲ ἐπιθεῖναι τὴν δίκην τοῦ δικαστοῦ. δικαστοῦ δὲ οὐκ ἦν ἀπορῆσαι τῶν ἐθνῶν ὑπ’ αὐτοῖς ὄντων ἁπάντων. οὕτω καὶ τοὺς φονέας οἱ τῶν ἀπεσφαγμένων οἰκεῖοι τιμωροῦνται λόγοις μὲν τοῖς παρ’ ἑαυτῶν, ψήφῳ δὲ τῇ τῶν δικαζόντων. οὐδεὶς δὲ ἁρπάσας ἐπὶ τὸν ἀνδροφό- νον ξίφος προστίθησιν αὐτὸ τῷ ’κείνου <τραχήλῳ> σάμενος ἀντὶ τοῦ δικαστηρίου τῇ χειρί, οὐδὲ γὰρ ἐπὶ τυμβωρύχον οὐδὲ προδότην οὐδὲ τῶν τὰ ἄλλα ἀδι- κούντων οὐδένα οὔτε πρότερον οὔθ’ ὕστερον, ἀλλ’ ἀντὶ τῶν ξιφῶν εἰσαγγελίαι καὶ γραφαὶ καὶ δίκαι.