Oratio 29
Libanius
Libanius, Oratio 29, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
ὁ δὲ ἄρτος ἦν περιμάχητος, καὶ ἀλλήλους ἐώθουν καί που καὶ ἔπληττον καὶ ἦν πολλοῦ τότε τὸ ἰσχύειν ἄξιον. ὁ δὲ ἀσθενέστερος ἄρτον μὲν οὐκ ἔφερεν οἴ- καδε, τραύματα δὲ καὶ κατερρωγυῖαν ἐσθῆτα. τοῦτο τῶν πολιτευομένων ἐκένωσε τὴν πόλιν καὶ ἦσαν ἐν ἀγροῖς τὸ μὴ συγκατακαυθῆναι ταῖς αὑτῶν οἰκίαις ἐν κέρδει ποιούμενοι· ταῦτα γὰρ ἠλπίζετο.
5. Ἐν τούτῳ τῷ κλύδωνι κινεῖ μέ τις θεῶν, οὐ γὰρ ἐμόν γε τὸ ἔργον, εἰπεῖν τι πρὸς τὸν ἄρχοντα περὶ τοῦ κατειληφότος πάθους, καὶ κομισθεὶς οἰκετῶν χερσίν, ὁ γὰρ ἵππος ἔτυχεν ἀπών, τὰ μὲν ἐπιτιμήσας, τὰ δὲ παραινέσας, τὰ δὲ φοβήσας, ἔστ·ι δὲ ὅπου καὶ δεηθεὶς μόλις ἀπέστησα τῆς πολλῆς φιλονεικίας ἣν εἶχεν ὑπὲρ τῶν ἀδυνάτων.
οὐ μὴν ἐξήρκει γε τοῦτο πρὸς τὴν ἐπανόρθωσιν, ἀλλ’ ἔδει καὶ τοὺς ἀρτοποιοὺς [*](16 cf. t. I 182, 12 17 cf. t. I 182, 20) [*](19 λέγεται καὶ ἀρτοποιὸς (corr ἀρτοπόπος) ἀπὸ τοῦ πέτ- τειν καὶ ἀρτοκόπος ἀπὸ τοῦ κόπτειν, ἀρχαιότερον δὲ τὸ διὰ τοῦ π B cf. not. ad. p. 28, 13. schol. ad t. II 209, 15 R. Phryn. p. 222 cum nota Lobeckii, p. 22 ed. Bekker Anecd. et lex. Seg. ib. p. 447,25.) [*](1 εἶχε περὶ Ι 3 αὐτὸ — 4 τεθνήξεται citat Plan fol. 104 3 βοῶν Plan 3 εἰ — 4 τεθνήξεται citat praemisso Λιβά- νιος Thom. Mag. s. ν. τεθνήξεται p. 364, 2 R 4 τεθνήξει Α sed in marg γρ τεθνήσει, Ρ sed ξ in ras m3, Va sed τεθνήξε- ται in marg, UMo Thom Plan τεθνήσει C (et Patm sed γρ τε- ος θνήξεται in marg m2) 5 ἄρτι V | καὶ — ἐώθουν et 7 ἄρτον — 8 ἐσθῆτα citat Plan l. l. 8 τραύματα δὲ] ἀλλὰ λιμὸν Plan 10 αὐτῶν VaBMUIMo Bong ἑαυτῶν Re 12 τίς BMI 13 τί Μο om V | τὸν om I 15 ἐτύγχανεν C et γρ in marg Μο)