Oratio 28

Libanius

Libanius, Oratio 28, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

47

Πάλαι μὲν ἴσως ἔδει καὶ ἐμὲ κατηγορεῖν R II 134 καὶ σὲ καθήμενον ἀκούειν, ὦ βασιλεῦ, περὶ ὧν Ἰκά- ριος οὑτοσὶ τὰς βουλὰς λελύμανται διδάσκων οἷς ποιεῖ πάντας ἀνθρώπους, ὅτι φευκτέον αὐτάς· ἐπεὶ δὲ ἐλ- πίδι τοῦ γενήσεσθαι βελτίω τὸν ἄνθρωπον οὐδὲν εἰπὼν πρότερον μένοντα αὐτὸν ἐν τοῖς αὐτοῖς καθορῶ ἤ, τό γε ἀληθέστερον, χαλεπώτερον γιγνόμενον, | οὐδὲ [*](R II 135) εἰ σφόδρα μὴ βουλοίμην κατηγορεῖν, δυναίμην ἄν. αἰτιῷτο δ’ ἂν εἰκότως ἀνθ’ ἡμῶν ἑαυτόν, ᾧ σωφρονεῖν ἐξὸν οὐκ ἐβουλήθη.

δέομαι δέ, ὦ βασιλεῦ, μηδεμίαν [*](C = codex Chisianus) [*](Α = Monacensis gr. 483 (Augustanus)) [*](Ρ = Palatinus gr. 282) [*](I = Marcianus append. XCI 2) [*](Β = Barberinus II 41) [*](Ν = Neapolitanus II Ε 17) [*](Va = Vaticanus gr. 81) [*](V = Vindobonensis phil. gr. XCIII) [*](1 τοῦ αὐτοῦ ante κατὰ V κθ ante κατὰ A, post ἰκαρίου C, post δεύτερος Va | πρὸς τὸν κρατοῦντα post ἰκαρίου Patm et inser C s | Β] δεύτερος BVa om CANV λόγος κη΄ in marg I3, λόγος λ΄ Ν, λόγος εἰκοστός V rubr, μδ΄ Β rubr 3 ἱκά- ριος Β 8 γινόμενον V 10 δ’ ἂν scripsi e VVa sed in hoc ἂν inser m2 δ’ Ν δὲ reliqui libri 11 ἐξὸν Ν sed ὸ in ras paulo maiore m2 ἐξ ὧν P | δ’ Re | μὴ δὲ μίαν)

48
γενέσθαι βλάβην τοῖς οὖσιν ἡμῖν δικαίοις μήτε τὰ ἔπη τὰ παρὰ τοῦδε ποιηθέντα περὶ τῶν σοὶ πεπραγ- μένων μήτε τὰ λεγομένων γενόμενα δάκρυα μήτε τὴν μέχρι δύο συλλαβῶν καὶ γράμματος ἑνὸς τῶν ὀνομά- τῶν κοινωνίαν, ἀλλὰ χωρὶς μὲν ἐκεῖνα κεῖσθαι, χωρὶς δὲ τὴν περὶ τῶν πραγμάτων ἐξέτασιν, ἄλλως θ’ ὅτε καὶ τὴν ἀμοιβὴν ἐκείνων ἔχει τῶν ἐπῶν. εἰ γὰρ καίως δι’ ἐκεῖνα τετίμηται, καὶ ὧν ἀδικεῖ δικαίως ἂν δοίη δίκην. ὅταν γὰρ ὁ αὐτὸς ἄνθρωπος τὰ μὲν βελ- τίων, τὰ δὲ φαίνηται χείρων, ἀμφοτέρων εἰκότως ἂν παρὰ τῶν ἄλλων τυγχάνοι, δι’ ἐκεῖνα μὲν ἐπαίνων, διὰ δὲ τὰ φαυλότερα τιμωρίας.

3. Περὶ μὲν οὖν τῆς ἄλλης κακίας καὶ ὡς ἡσυχά- ζουσαν πόλιν εὐθὺς ἐλθὼν εἰς στάσιν ἐνέβαλεν ἀπο- ῥία τροφῆς, ἢ τὴν περὶ τὰς δίκας βραδυτῆτα ἢ τὴν ἐν τοῖς θεάτροις ἀηδίαν ἢ τὴν περὶ τὸ σῶμα τῆς λεως ὀλιγωρίαν ἢ καὶ ὡς μισεῖ μὲν τοὺς συνδίκους, μισεῖ δὲ τοὺς πόλεων ἄρξαντας, ὑποπτεύει δὲ πάντα μὲν λόγον, πᾶσαν δὲ παραίνεσιν καὶ τὰς παρ’ αὐτῶν γε τῶν εἶναι δοκούντων φίλων, ταυτὶ μὲν καὶ πολλὰ πρὸς τούτοις ἕτερα μετὰ ταῦτα ἀκούσῃ ἢ ἡμῶν των ἢ καὶ ἑτέρων κατηγορούντων· νῦν δ’ οἷος ἡμῖν περὶ τοὺς βουλευτὰς γεγένηται, δεῖ σε μαθεῖν.

[*](R II 136)

4. Πρό γε μὴν ὧν πεπόνθασιν, | ἃ μὴ πάσχειν αὐτοὺς ἐβουλήθης ἄξιόν ἐστιν εἰπεῖν. σὺ τοίνυν εὖ καὶ καλῶς εἰδώς, ὁπόσον ἐστὶ βουλὴ πόλει καὶ ὡς οὐχ [*](2 cf. ad p. 26, 14 4 cf. p. 44 not. 1 et t. I 182, 6) [*](3 τὴν τῶν I 4 δυοῖν V 9 ὅταν — 12 τιμωρίας prae- missis verbis Τοῦ πρὸς βασιλέα κατ᾿ αὐτοῦ αὖθις: λόγ. ῖ citat Macar fol. 89 9 γὰρ om Macar 10 γένηται Ι 26 πόσον BNVa)

49
ἧττον ἢ νηὶ τρόπις, καὶ οἵων παρὰ τῆς μεγίστης βου- λῆς, λέγω τῆς Ῥωμαίων, ἠξίωται καὶ ὡς ταῦτα ἐκινήθη τῷ χρόνῳ καὶ ὡς τούτῳ διεφθάρησαν, νόμον ἔθηκας, ὦ βασιλεῦ, μὴ ἐξεῖναι τύπτεσθαι παρὰ τῶν ἐπὶ τῶν ἀρχῶν τοὺς ἐν ταύτῃ τῇ τάξει καὶ προσηγορίᾳ.

καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι τοῦτ’ ἔγραψας μέν, οὐκ ἐβεβαίω- σας δὲ τοῖς ἔργοις, ἀλλὰ τοῦτο μὲν τὸν τῆς Ἀσίας ἄρχοντα Φλαβιανὸν τοιοῦτόν τι πλημμελήσαντα κά- κιστόν τε ἡγήσω καὶ τῆς ἀρχῆς ἔπαυσας, ὁ δὲ βου- λευομένου σου περὶ τῆς τιμωρίας ἐμβὰς εἰς πλοῖον ἀποδρὰς ᾤχετο, τοῦτο δὲ τὸν τῆς Αἰγύπτου τἄλλα σεσυκοφαντημένον καὶ πάσας πλὴν μιᾶς ταύτης δια- λύσαντα τὰς αἰτίας ἔδησάς τε ἡμέρας οὐκ ὀλίγας καὶ φροντίσαι περὶ τῆς σωτηρίας ἐποίησας μείζω μοῖραν τούτῳ νείμας ἢ τοῖς ἄλλοις ἅπασι. ληρεῖν γάρ σοι τῇ τῶν ἄλλων ἐδόκει μνήμῃ διὰ τὴν κατὰ τοῦτο ἁμαρτίαν.

καὶ σὺ μὲν οὕτω πρέποντα βασιλεῖ καὶ γράφων καὶ ποιῶν, ὁ] Ἰκάριος δὲ πῶς; εἰ τιμὴν ἐτύγχανε καταθεὶς τῶν βουλευτῶν, οὐκ ἂν οὕτως αὐ- τοὺς ᾐκίσατο. τῶν γ’ οὖν οἰκετῶν ὁρῶμεν αὐτὸν φει- δόμενον καὶ τῇ γε πρὸς αὐτοὺς ἡμερότητι μάλιστα φιλοτιμούμενον, ἀλλ’ οὐ πρὸς τὸν ἄθλιον Ἑρμείαν [*](6 cf. ad p. 29, 11 sq. Cod. Theod. XII 1, 85 8 Cod. Theod. XII 6, 18 11 Optatum cf. t. II 395, 19 sq. R. Gothofr. Cod. Theod. t. VI p. 310 sq. 22 cf. ad p. 29, 7) [*](19 ἤτοι δοὺς οἴκοθεν ἐπρίατο V2) [*](8 πλημελήσαντα Ρ sed μ alterum suprascr m2, ΙΒΝ 9 βουλευομένου Ν sed ουλευ in ras m3, fortasse ex αλλ corr 10 σοῦ Re 13 τῆς Ι 18 ὁ eras CP cancellavi usus Liba- niani ratione habita 19 αὐτὸς Ι 20 γοῦν γοῦν IBV 22 ἀλλ’ οὐ V sed ’οὐ ex ὰ corr m2 | ἄθλιον Ρ sed ὑ supra α m2)

50
τοιοῦτος ἡμῖν ὁ γεννάδας, ἀλλ’ ἄνθρωπον εὐγενῆ νητα δὶς λειτουργοῦντα τὰ περὶ τὰς καμίνους τὰς με- γάλας, ἀδικοῦντα μὲν οὐδέν, δοκοῦντα δὲ αὐτῷ παίων ἀπώλεσεν. ᾧ γὰρ ἅτερος τοῖν ὤμοιν ἀπόλωλε, πῶς οὗτος οὐκ ἀπόλωλεν;

ἐλθὼν δὲ εἰς Φοινίκην τὸν ἐν μείζονι λειτουργίᾳ, ἧς γὰρ ἔφην μείζων ἡ διὰ τῶν θηρίων, ἀποδύσας ἣν παρ’ αὐτῆς εἶχεν ἐσθῆτα τῆς λειτουργίας εἰς ἰατρῶν χεῖρας ἔπεμψεν. οἶδε καὶ [*](R II 137) Βόστρα | τοιαύτας πληγάς, οἶδε καὶ Ἀρέθουσα, οὗ τιμᾶν φάσκων ἄνθρωπον φιλοσοφοῦντα βουλευτὴν ἀπώλεσεν, ἐπειδὴ πένης ὢν ὁ βουλευτὴς οὗτος πλου- τοῦντα τὸν φιλόσοφον εἰσφορὰς εἰσέπραττε.

8. Τὰ δ’ ἐν Βεροίᾳ τίς οὐκ ἐδάκρυσε δυοῖν πολι- τευομένοιν οἱ τὰ πρῶτα ἦσαν, πολλῶν περὶ τὰ αὑτῶν μετάφρενα χειρῶν ἀνηλωκότων ἀκμήν; οὓς οὐδεὶς ἔσθ᾿ ὅστις οὐ τῶν πρὸ τοῦδε ἀρξάντων εἰσελθόντας ᾐδέσθη. τὰ δὲ δὴ νῦν ταῦτα πηγάς, ὦ βασιλεῦ, δακρύων ἐκί- νησε τοῖς τε περὶ τὰς θύρας τοῖς τε ὅπου δὴ τῆς πόλεως ἀνδράσι, γυναιξί, παισίν, ἐλευθέροις, δού- λοις, αὐτοῖς τοῖς παίουσι· τοσοῦτον ἦν τὸ κακὸν καὶ ἐπὶ τοσοῦτον τῆς ἡμέρας προβάν, ὥσθ’ οἱ τὸν νέον ἀπὸ τοῦ στήθους ἀνέχοντες τῷ μετώπῳ τὰς χεῖρας προσάγοντες ἐσκόπουν, εἰ μὴ τέθνηκεν-

ὑπὲρ τοῦ δὴ ταῦτα καὶ τί τὸ ἀδίκημα; ὁ συν- ήγορος, φησίν, οὐκ εἶπεν, ἥτις ἦν ἡ γυνὴ [*](2 cf. p. 6,12sq. 7 cf. p. 67, 4 sq. 9 cf. p. 57, 13 sq.) [*](2 τὰ A sed ς post α eras 8 ἔπεμψε Ι 8 et 9 οἶδεν Α 12 εἰσέπραττε reposui e libris ἐπράττετο Re 13 δὲ Re | βερροία IBV 14 οἳ] καὶ V ταπρῶτα V | αὑτῶν Re αὐτῶν libri 22 κατέχοντες ι 25 φησί I)

51
ὑπὲρ ἧς ὁ Κυριακὸς εἰσεληλύθει. καίτοι τί τοῦτο πρὸς τὸν Λάμαχον, ὃς εἰρήκει μὲν Ἡσυχίῳ ταῦτα, εἰρήκει δὲ Ἡρακλείῳ, οἱ δὲ Ἀραβίῳ μέρος. τι παρα- δόντες τῆς δίκης κληθέντες ἐξαίφνης αὐτὸν νοντες τὸν οὐδὸν ἀφῃρέθησαν ὑπὸ τάχους τὴν περὶ τῆς γυναικὸς μνήμην, ὥστ’ εἴ τινα καὶ τιμωρίαν ἔδει γενέσθαι, παρὰ τούτων, οὐ παρ’ ἐκείνου γενέσθαι χρῆν. ὁ δὲ τὸ μὲν οὐκ ἐτόλμησε, τὸ δὲ ἐποίησεν. οὐ γὰρ ἦν τοῦτο δεινόν, ἀλλ’ ἦν ἕτερον τὸ παροξῦνον, ὃ προἰόντος εἴσῃ τοῦ λόγου.

ὅτι δὲ οὐ δεινὸν τοῦτο, παντί που | δῆλον. νόμος γὰρ οὐδεὶς παρεβαί- [*](R II 138) νετο οὐδ’ εἰ ἑκοῦσιν ἐσεσίγητο τὸ γύναιον, οὐδὲν ἡμαρτάνετο, οὐδ’ εἰς τὸν ἀπεσταλμένον ὑπ’ αὐτῆς τὰ ’κείνης διέβαινεν, ἀλλ’ ἕτερον μὲν ὁ Κυριακός, ἕτερον δὲ ἡ Ἀντιπάτρα· ὥστ’ εἰ καὶ λίαν ἐκείνῃ μετῆν τινος σχήματος, ἰδιώτης ἦν οὗτος, ὃ δὴ καὶ ἐλέγετο, καὶ οὐκ ἰδιώτης μόνον, ἀλλ’ ἤδη καὶ δοῦλος καὶ προσέτι γε λῃστὴς πλεῖστα δὴ ξίφεσι περὶ ταῦτα χρησάμενος. τὶ οὖν αὐτὸν εἰς τὰ τῆς Ἀντιπάτρας εἰσάγεις; ἰδιώτης εἴρητο, τοῦτο γὰρ ἦν. ὁ δὲ καὶ δοῦλος ἦν. τοῦτο οὐκ εἴρητο. ὥστ’ ἐν μὲν τοῖς οὐκ εἰρημένοις ἐκἐρ- δαινεν, ἐν τοῖς εἰρημένοις δὲ οὐκ ἠδικεῖτο.

τίς δὲ καὶ ἡ πολλὴ σπουδὴ περὶ τὴν μνήμην τῆς κός; οὐ γὰρ πρὸς τὴν ἐκείνης προσηγορίαν, εἰς δὲ τὸ [*](3 cf. p. 52, 14) [*](1 καίτοι scripsi καὶ libri sed τοι add cf, Re 3 ἀρραβίω Ι | τί Ν 5 inter ὑπὸ et τάχους ras –3 litt Β 8 δὲ οὐκ ἐποίησεν BNVa 9 τοῦτο δεινόν] „videtur τὸ interponendum“ Re | παροξῦνον? cf. ad t. II 149, 17 13 τὰ κείνης Ι τακείνης Β) [*](20 εἴρητο; libri Re 24 εἰς δὲ scripsi e PBNVa ἀλλὰ πρὸς CA sed in hoc γρ εἰς δὲ in marg, IV Re)

52
πρᾶγμα βλέπων ἔμελλες δήπου ψηφιεῖσθαι, ὥστ’ οὐδὲν ἦν ἐμποδὼν τοῖς δικαίοις τὸ μὴ τὴν Ἀντιπάτραν εἰρῆσθαι,. πλὴν εἰ τοῦτο λέγεις, ὡς οὐ τὰ αὐτὰ ἂν ἔγνως λεγομένης καὶ σιωπωμένης. τοιγαροῦν μισθὸν ταῦτα εἶναί φασι νυκτερινῶν χαρίτων. ἐμοὶ μὲν οὐ πιστὸς ὁ λόγος, λέγεται δ’ οὖν.

παίων τοίνυν ἐπὶ τούτοις τὸν νέον καὶ οὐδὲ ἐν οἷς ἠρώτα τι τὰς πλη- γᾶς ἱστάς, ὃ κἀν τοῖς ἐπὶ βασιλέα βουλεύμασιν ἴσμεν φυλαττόμενον, ἐκάλει τὸν Κυριακὸν ὡς αὑτὸν μάλα ἠπίως καὶ πρᾴως. καὶ θαυμαστόν, ὅπως αὐτὸν οὐχὶ καὶ παρεκαθίσατο μεταδοὺς τοῦ θρόνου, ἵν’ ᾖ καὶ τούτοις εὐφραίνεσθαι τῇ τε γυναικὶ καὶ τῷ ταύτης ἀδελφῷ.

καὶ οὐκ ἀπόχρη ταῦτα, ἀλλ’ ἐπὶ πληγαῖς πεντήκοντα καὶ διακοσίαις ἑτέρας ἐπῆγεν Ἡρακλείου τοῦ ῥήτορος βοῶντος τὴν εὐγένειαν, λέγοντος τὴν παι- δείαν, τὴν ἀπειρίαν, τὸ νῦν αὐτὸν ἧφθαι πραγμάτων, τὸ τοῦ σώματος ἀσθενὲς τοῦτο μὲν τῇ φύσει, τοῦτο δὲ τῇ νόσῳ, τὴν τοῦ πατρὸς ἀρετὴν καὶ τὸ ἥδιστον εἰς ἀκοὴν ὄνομα, τὸν Ναυσικλέα, ὥστε μηδ’ εἰς ταῦτα ἀναχώρησιν εἶναι. οὐ γὰρ ᾔδειν, οὐ γὰρ ἠπιστάμην, ὅστις ἦν. οὐ γὰρ ἦν ὁ διδάσκων.

καίτοι τί ταῦτα εἶπον; εἰ γὰρ καὶ μηδὲν πλὴν τοῦ βουλεύειν ὑπῆρχεν [*](R II 139) αὐτῷ, τοιαῦτά γε πάσχειν | οὐκ ἔδει. νῦν δὲ μετὰ [*](5 νυκτερινῶν χαρίτων] ἤτοι διὰ τὸ συγγίνεσθαι νυκτὸς τῇ Ἀντιπάτρᾳ ἔκρυψεν αὐτὴν τὸ μὴ εἰπεῖν πρὸς δικαστήν V2) [*](1 βλέπων om 1 2 ἐμποδῶν CAP 3 λέγοις V 6 ὁ inserui e Β cum Sinteni om reliqui libri Re 7 οὐδὲν I | τί APIBV 9 αὐτὸν libri Re 10 ἠπίως scripsi e V οἰκείως reliqui libri Re | πράως IBV 13 ἀπόχρη reposui e libris ἀπέχρη Re 19 μὴ δ’ ΙΒ 20 post ἠπιστάμην ras 3 litt 1 21 καίτοι] καί Va 22 βουλεύειν Va sed οὐ in ras 4 litt m2 δουλεύειν Re)

53
τοσούτων τοῦτο τηλικοῦτον ὄν οὐκ ὠφελεῖ, ἀλλ’ ἕτεραι πληγαὶ τῶν ἑκατὸν οὐκ ὀλίγῳ τινὶ πλείους. καὶ ταῦτα ἐώρα Κυριακὸς ὁ λῃστής, ὁ δοῦλος ὁ παρὰ τούτῳ μώμενος καὶ τῆς τοῦ παίοντος δεξιᾶς τὸ ὑπὲρ κεφαλῆς κρεμάμενον ἀγγεῖον ὑάλινον ἐν ᾧ μεθ’ ὕδατος ἔλαιον, συντριψάσης καὶ ῥεόντων ἐκεῖθεν ὧν ἔφην ἐπὶ τὸ μετάφρενον οὐκ ἔφριξεν οὐδ’ ἠλέησεν οὐδὲ ἔπαθέ τι τῇ ψυχῇ, ἀλλὰ μεθ’ ὁμοίας τῆς ὁρμῆς προῄει κόπτων.

καὶ τὸ ἔτι δεινότερον, οὐδὲ γὰρ εὐθὺς ἀπέδωκε ταῖς τῶν οἰκείων χερσὶ τὸν οὕτω διακείμενον, ἀλλ’ ἐπεισαγαγὼν ἑτέραν τινὰ αἰτίαν ὑστέραν τῆς τιμωρίας οὐκ ἔχοντα ἑστάναι τὸν δυστυχῆ προσαποστερῶν τῆς θεραπείας τά τ’ ἄλλα αὐτῷ καὶ τὸν ἀπειρηκότα αὐχένα μείζονι κακῷ τούτῳ προσκατέλυε. καὶ ὁ μὲν ἅπαντα ἔπραττεν ἐπὶ θανάτῳ καὶ τοῦτ’ ἦν ἡ σπουδὴ τὸν νέον ἀποθανεῖν, τῇ δὲ τῶν ἐπὶ τοῦ παίειν φιλανθρωπίᾳ σέσωσται βελτιόνων τε τούτου φανέντων καὶ τοὺς αὑ- τῶν προεμένων δακτύλους ἐπὶ τῇ ’κείνου σωτηρίᾳ.

καὶ μὴν ὁ κολάζων πρότερον, εἶτα κρίνων πῶς οὐ τὰ μέγιστα συγχεῖ; ὁ δ’ εἰδὼς οὐ δίκαια δεδρακὼς ἐζήτει περιερχόμενος φάρμακον· οὐ μὴν εὗρεν. ἡ γὰρ δὴ βαρβαλισσὸς καὶ ὁ σῖτος καὶ πάντα τὰ τοιαῦτα [*](†) [*](1 τοῦτο om Β 3 ὁ λῃστής, ὁ δοῦλος scripsi e CA qui ὁ δοῦλος ὁ ληιστής praebent, IBNVaV ὁ δοῦλος, ὁ λῃστὴς Ρ Re 5 ὑέλινον V 8 ὁρμῆς scripsi e V ὀργῆς reliqui libri Re 13 αὐτοῦ V 14 τούτῳ om I | προσκατέδυε? 17 του Ρ sed ου(2) in ras m2 | ἑαυτῶν NVa Re 18 ᾿κείνου P sed eras κείνου CAI sed in hoc ’ ante κ inser m3, NVa 19 ὁ κολάζων — 20 συγχεῖ; citat Macar fol. 89 20 ταμέγιστα V 1 συγχεῖ Ρ sed ει in ras m2, Patm sed γρ ἀδικεῖ in marg m2 ὅ VI eti n ras P2 ὃ 22 βαρβαλισσὸς CV βαρβάλισσος reliqui libri sed ’ eras A, Re locus corruptus Βαρβαλισσὸς (Ptolem. V 15, 17. Steph. Β. s. ν.) aegre satisfacit)

54
τὸν ἀποδέκτην εἰς τιμωρίαν ἦγε, καίτοι κἀκείνῳ τις λόγος ἦν, ἀλλ’ οὐ τὸν Λάμαχον, ᾦ τὸ ἔργον ἦν ναι χρυσίον καὶ ἐδεδώκει.

17. Τί ποτ’ οὖν αὐτὸν ἐποίει τῆς τοῦ Λαμάχου τελευτῆς ἐπιθυμεῖν ; λέγεται μὲν καὶ τὸ τῆς Ἀντι- πάτρας, ὑπῆρξε δέ μοί τι καὶ ἄλλο μαθεῖν, ὅ μοι πιστότερον εἶναι <τοῦ> τῆς Ἀντιπάτρας δοκεῖ. τί [*](R II 140) τοῦτο ἔστιν; εἱλκύσθη τοῖς | σκεύεσι τοῖς ἀργυ- ροῖς τοῖς πολλοῖς τοῖς κατὰ τῶν πόλεων. ὧν αὐτὸν ἔγωγε ἠξίουν εἶναι κρείττονα βουλόμενόν γε εἶναι δο- κεῖν τῶν ἄλλων βελτίονα, ὁ δ’ ὑπηνέχθη τε καὶ διέ- δειξεν, ὡς ταὐτὰ τοῖς πολλοῖς νοσοῖ.

δέον γὰρ αὐτὸν ἐν ἀρχῇ καλὸν εἶναι νομίσαι τὴν δόξαν, ὁ δ’ εἴχετο τῇ τέχνῃ τῇ περὶ τὸν ἄργυρον· καὶ καλέσας τὸν τούτων δημιουργὸν καὶ μετὰ τούτου τὸν ζωγράφον τὸν μὲν ἐκέλευεν ἃ αὐτὸς ὑφηγοῖτο γράφειν, τὸν δὲ ἕπεσθαι τῷ ζωγράφῳ. ὡς δ’ οὗτος μὲν ἀπῆρεν ἐπί τι τῆς ἀρχῆς μέρος, τῷ δ’ ἐξείργαστό τε τὸ προστεταγ- μένον καὶ ἐξέκειτο, θαυμάζει τε Λάμαχος αὐτὸ καὶ προσελθὼν ἐβούλετο κτᾶσθαι. τοῦ δὲ ὅτου τε εἴη λέγοντος καὶ δεομένου πεπαῦσθαι φιλονεικότερος γίγνε- [*](14 εἴχετο] ἤτοι ἐκρατεῖτο καὶ διὰ τοῦτο δοτικὴ συνῆπται ἀπεναντίας τοῦ εἴχετο ἀντὶ τοῦ ἥπτετο δοτικὴ (corr γενικὴ) συνταττομένου V2) [*](1 καί τι V | τίς Ι 6 τι inserui e libris τί V) om Re 7 τοῦ inserui auctore Re „malim τοῦ τῆς vel τοῦ περὶ τῆς“) | δαὶ A sed δὲ in marg m. rec. δὲ ΙΒΝ sed in hoc ε in ras, Va δέ V 8 τοῦτο reposui e libris τοῦτ’ Re 9 ὡ C 10 γ᾿ NVaRe ὃ Α ὅ IBV νοσεῖ 12 νοσεῖ V 13 ὅ) [*](14 εἵλκετο Cobet Coll. 126 | τὸ ἀργύριον I 16 τὸν (2)] τῶ I 18 τε in ras Ρ2 om BNVa 19 αὐτὸ N Ν sed ὸ ex ῶ corr m3 21 γίνεται BV)

55
τᾶι τοῦ συμφέροντος αὐτῷ καὶ νικᾷ μισθῷ μείζονι καὶ εἶχε λαβὼν κακῶς μὲν καὶ πείσας καὶ λαβών, τὴν Καδμείαν νίκην νενικηκώς. εἶχε δ’ οὖν καὶ ἔχαιρε πλημμελῶν.

ἐπανήκων δὲ οὑτοσὶ καὶ γνοὺς τὴν ἀπάτην ἕτερον εὑρὼν ἀνθ’ ἑτέρου πολλαῖς ἀπειλαῖς ἐξευρὼν τὸν ἐωνημένον τὸ μὲν ἐᾷ παρ’ αὐτῷ μένειν, ὡς δ’ εἰς τὴν γυναῖκα ἐπιβεβουλευμένος, ὅπως ἂν· ἀποκτείνειεν ἐζήτει. καὶ ἀπέκτεινεν, οὕτω γὰρ ἄξιον λέγειν. καὶ τοιαύτην ὁ μεγαλοφρονῶν Ἰκάριος ἐποιή- σατο τοῦ πρὸς τὸν βουλευτὴν πολέμου τὴν ὑπόθεσιν μειρακίου τινὸς ἔργον ὑπομείνας ἀντεραστὴν πρὸς ἐρωμένην πειρωμένου παρελθεῖν.

ὂν ἐχρῆν ἅπαντα τὸν ἐν τῇ πόλει καὶ τοῖς καταπτύστοις ἀργυροκοπείοις κοπτόμενον ἄργυρον ὕθλον εἶναι νομίσαι πρὸς τὴν ἀπὸ τοῦ καταπεφρονηκέναι τῶν τοιούτων καὶ δόξαν καὶ ἐλπίδα. νῦν δ’ ἡμῖν καὶ αὐτὸς πλεῖστα συγγε- γένηται τοῖς τῶν τοιούτων ἐπιστήμοσι καὶ τὰ μὲν εἶπε, τὰ δὲ ἤκουσεν ἐγγὺς ἑστηκότων αἰτῶν, παρακαλῶν, χάριν ὑπισχνούμενος ἕξειν, ὑπισχνουμένων ποιήσειν ἡδόμενος. καίτοι καὶ εἰ δικαίως ταῦτα ἐκτῶ, τήν γ’ ὑποψίαν ἐχρῆν φυγεῖν. καὶ γὰρ εἰ ψευδὴς αὕτη, τό γε μηδὲ τὴν τοιαύτην εἶναι βέλτιον μηδὲ ἔχειν ἐρωτᾶν μηδένα μήτε τῇδε | μήτε ἐν Γαλάταις· πόθεν δὲ [*](R II 141) ταῦτα; ἀλλ’ ὅτι μεθ’ ὧν ἀπῆρε σκευῶν, ταῦτα ἐπανῆ- κεν ἔχων.

[*](1 αὐτῷ V αὑτῷ reliqui libri sed ‘ in ras Ρ2, Re 3 κα- δμίαν V 4 πλημελῶν Ρ sed μ alterum suprascr m2, ΙΒΝ | δ’ Re 6 τὸ scripsi τὸν libri Re | αὑτῷ Re 7 δὲ Re 9 μεγαλόφρων Β 13 ἀργυροκοπείοις scripsi auctore Re coll. t. II 547, 8 et t. II 209,10 R ἀργυροκόποις libri Re 14 κοπτό- μενον scripsi coll. t. II 554, 19 τυπτόμενον libri Re 17 εἶπεν Α)[*](18 δ’ Re 22 μὴ δὲ (1) IBV | (2) APIB μηδ’ V Re 23 Γαλάταις suspectum Γαδάροις ?)
56

21. Εἰ δ’ οὖν καὶ τῆς ἀνοίας ταύτης καὶ προπε- τείας ἔδει δίκην τὸν Λάμαχον ὑποσχεῖν καὶ τῶν γε περὶ τὴν Ἀντιπάτραν καὶ τὸν Κυριακόν, ἦν δεσμωτή- ριον· ἄλλος δ’ ἂν εἶπε καὶ πληγάς, ἀλλ’ οὐ τοσαύτας. μὴ γὰρ αὐτός ποτε τοῦτο συγχωρήσαιμι. χρὴ δὲ οὐδὲ σέ, βασιλεῦ· τοῦτο γάρ, τοῦτο ἔστιν ὃ τὰ βουλευτήρια κεκένωκε μάλιστα. ἴσως μὲν γάρ τι καὶ ἄλλο, τουτὶ δὲ διαφερόντως, αἰ πληγαί, καὶ τὸ τῷ σώματι τοιαῦτα πάσχειν, οἷα μηδὲ τὰ κακουργότατα τῶν ἀνδραπόδων. διὰ τοῦτο πάντες ὡς εἰπεῖν πλὴν βουλευτῶν γαμοῦσι καὶ τῶν βουλευόντων αὐτῶν ἐκδιδόντων, ὡς ἂν ἀκρι- βέστερον ἑτέρων τὰς ἐν τῷ βουλεύειν ἐπισταμένων ὕβρεις. ἢ γὰρ ἔλαβον πληγὰς ἢ προσδοκῶσιν ἐκ τῶν παραδειγμάτων.

καὶ νῦν δυοῖν ἀδελφοῖν ὁ μὴ βουλεύων τῷ βουλεύοντι παρακαθήμενος πεπληγμένον ἐκεῖνον κρείττων αὐτὸς ὢν ἢ τοῦτο παθεῖν παραμυ- θεῖται. τί οὖν οἴει οὐ ταχέως κἀκεῖνον ἐπὶ τὰ τοῦδε βαδιεῖσθαι οὐδὲ ἐγγράψειν αὑτὸν εἰς τοὺς ταῦτα οὐ πεισομένους; τῶν συλληψομένων δὲ εἰς τοῦτο οὐκ ἀπορήσει. καὶ πολλαχοῦ δὴ τῆς πόλεως, ὦ βασιλεῦ, μετὰ τὰς πληγὰς ἐκείνας τοιαυτὶ παρὰ τῶν βουλευ- όντων τῶν ὀλίγων λέγεται· χαιρέτω μὲν οἰκία, χαιρόντων δὲ ἀγροί, πωλείσθω μὲν ταῦτα, πω- [*](R II 142) λείσθω δὲ ἐκεῖνα, | τῇ δὲ τιμῇ τῇ τούτων ὠνείσθω τις ἐλευθερίαν.

23. Τοιαῦτα ἡμῖν Ἰκάριος ἐπολιτεύσατο καὶ τοι- [*](3 Κυριακὸν ἦν Re 4 ἄλλ’ Re 8 τῷ σώματι scripsi e CAPIBNVa τὸ σῶμα V τὰ σώματα Re | τοιαῦτα reposui e libris ταῦτα Re 9 μὴ δὲ IBV 10 διατοῦτο IBV | ὡσει- πεῖν Β 16 ἐκείνων I | ὢν om V 17 οὖν; Re 18 ἐγγρά- φειν Va 23 πάντα Β 24 τῇ (2) om Β 25 τίς IBV)

57
ούτοις ἠμείψατό σου τὴν περὶ αὐτὸν σπουδὴν τῶν πόλεων τὸν θεμέλιον ὑποσπάσας. ἴσμεν γάρ, ὡς ἐπὶ τῶν βουλευτηρίων αἱ πόλεις ἑστήκασι, κἂν ταῦτα ὑφέλῃς, οὐδὲν ἔτι τὸ μένον. καὶ διὰ τοῦτο ἐσθῆτα ὁ λειτουργῶν ἥνπερ ὁ Ῥωμαῖος φορεῖ δόντων Ῥωμαίων, ὅπως μηδὲν ὑβριστικὸν περὶ τὸ σῶμα τὸ τοιοῦτο γίγνηται. ἀλλ’ ὁ θαυμάσιος οὗτος καταγελᾷ μὲν τῶν· λαβόντων, καταγελᾷ δὲ τῶν δεδωκότων, οὐκ ἐᾷ δὲ τὴν ἐσθῆτα δύνασθαι τοσοῦτον ὁπόσον ἔχει παρὰ τοῦ νόμου. συμβουλεύει δὲ οὐ ῥήμασιν, ἀλλ’ ἔργῳ καὶ πληγαῖς φεύγειν μὲν τὰς βουλάς, καταφεύγειν δὲ ἐτέ- ρωσε.

24. Μὴ οὖν μοι τὸν Ἑρμείαν μηδὲ τὸν Κρατῖνον μηδὲ Εὐστόχιον μηδὲ Μελήσιππον μηδὲ Λάμαχον μηδὲ τὸν δεῖνα ἢ τὸν δεῖνα, μὴ τούτους οἴου μόνον ἠδικῆ- σθαι ταῖς πληγαῖς, ἀλλὰ πολλὰς πόλεις διὰ τῶν λῶν, ὑπὲρ ὧν σὺ μὲν νόμους τίθης, οἱ δ’ οὐκ ἀξιοῦσι προσέχειν. ἀλλ’ ἤν τι καὶ μικρὸν τῶν ἰδίων ἐγκαλέ- σωσι, πολὺς ὁ μόλυβδος, ὁποῖον δή τι καὶ τὸ νῦν, ὡς ὅσα γε περὶ τὸ κοινὸν εἶχεν αἰτίαν, οὐδὲν οὐδαμοῦ τοσοῦτον.

διὰ τοῦτο ἐτεθνήκει μὲν γυνή τις τῷ [*](14 De Eustochio cf. ep. 198. 244. 699. 1149. 1306. 1544. 1553) [*](1 αὐτὸν scripsi e BNV αὑτὸν reliqui libri Re 3 κἀν Β 4 ὑφέλῃς reposui e libris ὑφέλοις Re | οὐδὲν ἔτι Ρ sed εν et ε in ras m2 | διατοῦτο IBV 10 συμβουλεύῃ C sed η in ει corr m2 13 et 14 μὴ δὲ IBV 14 μελίσιππον IV ῆ η 17 τίθεις C τίθεις Α τιθεῖς Ρ sed ει in ras ex η ut videtur corr m1 et τίθης suprascr m2 τιθῇς ΙΒΝ | οἳ AVa οἵ BV | ἀξιοῦσι Ρ sed ι (2) in ras m2 19 μόλιβδος BNVaV Re cf. p. 58, 9 et t. II 93, 13 20 γε om V 21 διατοῦτο AIBV | μὲν om I qui verba inde a διατοῦτο usque ad βλέμματος (58, 2) in ras praebet)

58
λόγῳ καὶ πάλιν εὐθὺς ἔζη, οἱ δὲ τοιαῦτα ἐξαπατῶντες οὐδ’ ἀπὸ βλέμματος ἔδεισαν. ἀλλὰ κἂν κυβιστήσῃ πρὸ τοῦ ζεύγους ὁ Φερένικος, εὐταξία καὶ] τοῦτο καὶ σωφροσύνη καὶ οὐδεὶς ἠδίκηται. ἀλλ’ οὐκ ἐὰν Λαμ- [*](R II 143) πάδιόν τις καὶ | Φιλόδημον καί τινας ἑτέρους τῶν ἐν Ἀράδῳ πολιτευομένων λοιδορήσῃ, λοιδορία τοῦτ’ ἔστιν, ἀλλ’ ἔλεγχος.

καὶ ἃ κατὰ ἀπόντων ἐβλασφήμησε Μενέστρατος, ἀνεγινώσκετο καὶ ἐπι- στεύετο καὶ ἐκαλεῖτο πάλιν ὁ μόλυβδος, οὐ μὴν ἔπληξε. καίτοι εἰ μὲν ἐπ’ ἐλέγχῳ παρῆν, πῶς οὐκ ἔπληξεν; εἰ δὲ οὐδεὶς ἐξελήλεγκτο, τί παρῆν; ἢ ἵνα ἐλέγξειεν; καὶ μὴν οὐδὲν ἤλεγξεν. ἢ τοῦτο μὲν ἂν ἐποίησεν, ἡ χάρις δὲ ἐδόθη τῷ παρακαθημένῳ; οὐκοῦν καὶ αὐτὸς ἡμῖν τῶν τὰ τοιαῦτα χαριζομένων γέγονας.

27. Βοήθησον, ὦ βασιλεῦ, ταῖς βουλαῖς, βοήθησον, εἴ τινες ἄρα εἰσί, καὶ νόμους τοὺς ὑπὲρ αὐτῶν γε- γραμμένους μὴ μάτην ἔα κεῖσθαι, βεβαίου δὲ αὐτοὺς ταῖς τῶν παραβαινόντων κολάσεσι. κἂν οὕτω ποιῇς, ἴσως τις αὑτὸν εἰς βουλὴν καταλέξει. τὸν ἄνδρα δὲ ἐγὼ τοῦτον, εἰ μὴ δύναμαι τοιαῦτα ἀδικοῦντα φιλεῖν, ἴσως οὐκ ἀδικῶ.

[*](3 cf. p. 28, 15 et 18 et ad p. 31, 13)[*](9 ἤτοι οἱ τὸν μόλιβδον φέροντες τὴν καταδίκην ἀντὶ τοῦ εἰπεῖν τοὺς τοῦτο φέροντας ἀνθρώπους εἶπε τὸν μόλιβδον V2)[*](1 πάλιν Ρ sed α in ras m2 2 κἀν Β | κυβιστήσῃς I 3 πρὸς BNVa sed in hoc πρὸ in marg et πρὸς in περὶ corr m2 | καὶ cancellavi 4 οὐ καὶ ἂν I | λαμπάδιόν Ρ sed α (2) in ras m2 5 ἑτέρω Va 9 μόλιβδος V 11 ἐξελήλεκτο BNVa 12 ἐλέγξειεν reposui e libris (ἐλέγξειε BV) 17 δ’ Re 19 τίς AIBV | αὑτὸν Ρ sed ‘ in ras m2 αὐτὸν ΑΙ 21 ἴσως delendum? | κατὰ ἰκαρίου subscr Α)