Oratio 27
Libanius
Libanius, Oratio 27, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
τοιγαροῦν ἄφωνοι πάντες οἱ τὰς | κατηγορίας ἐν ταῖς χερσὶν ἔχοντες [*](R II 131) οὕτω δὴ πολλοί τινες ὄντες, ὡς μικρὸν ἂν ἀποφῆναι τοῦ δικαστηρίου τὸ μέτρον. ἀλλ’ ἐνέφραξε τὰ στόματα τούτοις ὁ τοῦ προσλήψεσθαί τι κακόν, εἰ μὴ σιγῷεν, φόβος. καὶ τὰ πολλὰ ἐκεῖνα τραύματα διὰ τὸν χρη- στὸν Ἰκάριον ἔμεινεν ἀθάνατα.
φήσει παρὰ τῶν ἐν τῷ βασιλείῳ δυνατῶν ταῦτα ἀκηκοέναι. τουτὶ δὲ λέγων, δι’ οὓς ἠδίκηκε, λέγει, βέλτιον δὲ ἦν ἔχειν αὐ- τὸν λέγειν, ὡς οὐδὲν ἠδίκηκε. μέλειν μὲν οὖν ἐκεί- νοις ἐκείνου φαίην ἄν, ἔδει δὲ τὸν ἀκούοντα λέγειν ἁπλοῦν τινα λόγον, ὅτι τὰ μὴ δίκαια παύσων, ἀλλ’ οὐκ ἰσχυρὰ ποιήσων πέμπομαι. τὸν δ’ ἀκούω διὰ πάσης ἀδικίας ἀφῖχθαι καί μοι κάλλιον ἰδι- ωτεύειν ἢ οὕτως ἄρχειν. τί δ᾿ ἂν δεινὸν ἔπα- θες ἥκων μὲν ἐπὶ τὴν ἀρχήν, λύων δὲ ὅσα ἐξῆν τῶν [*](7 Τατιανοῦ cf. t. II p. 467, 5 R. ep. 760. Sievers p. 159) [*](1 δ’ Re | μονουοὺ Re 3 ἔπαθον Β 4 δ’ Re 5 „malim ὡς πάλαι“ Re | τακείνου Ι τ᾿ἀκείνου Μο | καὶ(1) om V) [*](6 οἶδα Re | ὅτι ΒΜο 7 γεγενηκότος Α, sed alterum ν suprascr m2, BVa | ὁ P sed o in ras m2 12 προλήψεσθαι Mor 14 τῶν om V 15 ταῦτ’ VaMo edd 16 δ’ Re | αὑτὸν Re 17 ἠδίκηκεν ΑΡ | μέλλειν CAPMo Mor 20 τὸν Ι sed ν ex ι corr m3 τόν B 22 ἔπαθε; Mor 23 δ᾿ Re | τῶν Ρ sed ῶν in ras m2)
ἀλλ’ ὁ τῇ λύπῃ περὶ τῶν εἰς Γερμανὸν ἀπολογού- μενος ἡμῖν Φοίνικα πολιτευόμενον ἑκόντα ἐν τῷ λει- τουργεῖν μεμενηκότα μικροῦ νεκρὸν ταῖς πληγαῖς ἔδειξε. τί ἐγκαλῶν; τὸ μὴ μετ’ ἄλλων ἥκειν. εἰ δὲ μόνος τοῦτ’ ἐδύνατο ποιεῖν, τῆς δὲ τῶν ἄλλων τὸ πρᾶγμα πενίας μεῖζον ἦν; εἰ δὲ ἔφευγον τὴν οὐκέτι πόλιν Ἔμεσαν; εἰ δὲ ἐκρύπτοντο μένοντες; σὺ δὲ πό- λιν μὲν τοιαύτην καὶ τοσαύτην ἀπολωλυῖαν οὐ δα- κρύεις οὐδ’ εἰ καὶ μὴ πάντα, μέρος γε ἔν τι τῶν ποτε [*](R II 133) ὄντων ἀγαθῶν ἀποδίδως, τὸν | δὲ ἕνα τύπτεις παρὰ τοὺς νόμους καὶ προλέγεις ἅπασι· μὴ λειτουρ- γεῖτε, μὴ πολιτεύεσθε, μὴ βουλεύετε, χωρεῖτε ἐπὶ ζώνας ἢ μείζονας ἢ ἐλάττονας.
43. Οἴοις δὲ καὶ τὴν Ἀντιόχου πόλιν ἐτίμησας ῥήμασιν. ὁ μὲν κομίζων τὴν φιλάνθρωπον πρόσρησιν ὁ πευθὴν Οὐράνιος ἦν, ἤκουε δὲ λέγοντος μάλα ἐντε- ταμένως, τὰ ῥήματα δὲ ἦν, ὅτι μισοῖ πάντας ἐφεξῆς. [*](11 ep. 766 17 cf. p. 9, 16 18 p. 5, 4) [*](2 ἐποίησε. καλῶς. scripsi ἐποίησε; καλῶς libri Re ἐποίησε καλῶς Mor 2 ἔστι — 4 θρόνον citat Macar l. l. 3 ἄμεινόν ἐστι Macar 5 τῶν C sed ῶ ex ὸ corr 8 7 νεκρὸν ἐν ταῖς Va 10 πενίας τὸ πρᾶγμα I 10 et 11 δ’ Re 10 οὐκ ἔτι Μο 11 δὲ (2) om V 12 τοσαύτην καὶ τοιαύτην Μο edd | δακρύεις; edd 13 μέρος γε om I | γε ἕν] ἔν γε Cobet Coll. 126 ἕν] ἤν C sed ἕν in marg s, APIVa ἓν ἤν Μο οὔ V om Β ἓν ἦν Mor 14 ἀποδιδῷς V 16 δουλεύετε V 17 ἢ om Mor | μείζους Mor 19 νομίζων Mor sed γρ κομίζων in marg) [*](20 ἤκουσε Re 21 δ’ Re | μισεῖ V μισοίη Mor sed γρ μισοῖ in marg μισοίης Re fortasse recte cf. p. 43, 9 Ι πάντας Mor sed γρ πάντες in marg)
44. Λέγε τοίνυν καὶ πρὸς τοὺς ἀπαντῶντας ταὐτό, ὅτι μισοίης τε ἕκαστον καὶ ἡδέως ἂν ἐπύθου τεθνεῶ- τας ἅπαντας. ἔχοις δ’ ἄν, εἰ βούλοιο, καὶ προστι- θέναι τοῖς ἀνθρώποις καὶ γῆν καὶ οἰκοδομήματα καὶ ὑποζύγια καὶ πηγάς, οὕτω γάρ σοι τὸ μῖσος ἔσται λαμπρότερον, | καὶ πρός γε τοὺς οἰκείους, ὅταν [*](R II 134) οἴκαδε ἐπανέλθῃς, μετὰ τῶν ἄλλων τῶν περὶ τῆς ἀρχῆς λόγων ἔστω καὶ τοῦτο καὶ εἰ βούλει γε, πρῶτον.
[*](1 βοᾶις Α | τῶν Mor sed γρ τὰ in marg 7 τὰ νῦν CA Mor sed in hoc γρ τανῦν in marg 8 ἀπατῶντας V 12 πη- γάς Mor sed γρ πυγάς in marg 13 ὅταν δ’ Mor 14 ἐπαν- έλθοις V 15 ἱστᾶι I | Κατὰ ἰκαρίου ᾶ subscr I)