Oratio 27

Libanius

Libanius, Oratio 27, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

καὶ ταῦτα ἆθλον | Εὐ- [*](R II 125) ρυβάτῳ τῷ πολιτευομένῳ τῶν πόνων οὓς περὶ τὰ γράμματα τἀν τοῖς τοίχοις ἤνεγκε τὰ μὲν ἀναιρῶν, τὰ δὲ ἀντεγγράφων οὐ πάνυ βουλομένων τῶν ταῦτα κε- λευομένων οὐδ’ οὐκ ὄντων ἐν τούτοις τινῶν φόβων τῷ καταναγκάζοντι. τὸ δὲ ἔτι μεῖζον, οὓς ὀφείλειν ᾤου σοι δίκην ὧν ἑτέρῳ χαριζόμενοι τοῖς σοῖς ἐπε- βούλευον, τούτους ἐποίησας κυρίους εὐθυνῶν πλου- τίσαι δυναμένων. πῶς ταῦτα οὐκ ἀποπληξίας, ὅταν ὁ μὲν κολασθῆναι δίκαιος εὖ πάσχῃ, κακῶς δὲ ᾧ χάρις ὠφείλετο;

ποῦ δὲ ἐκεῖνο καλὸν παρὰ μὲν Ἁρμοδίου τοῦ συνδίκου τῆς πόλεως ὑπὲρ τῆς πόλεως γίγνεσθαι λόγους, ἀκούειν δὲ αὐτὸν μηδέν, ἀλλὰ δοκεῖν ἐκεῖνον [*](7 cf. ad t. I 170, 8. t. II 466, 1 R pro Olymp. p. 81, 9 ed. Sieb. ep. 49 10 [Dem.] c. Aristog. Ι § 73 p. 792, 3 18 cf. p. 69, 6) [*](19 αὐτὸν] ἤτοι σέ V2) [*](2 τὰ scripsi e V τὸ reliqui libri edd 3 δ’ Re | τότ’ CMo edd 5 κἀν Β 6 αὑτοῖς Re αὐτοῖς libri Mor 9 ἤνεγκεν CAIB 10 δ’ Re | ἀντεγράφων C sed γ alterum suprascr s 12 ὀφειλεῖν Μο sed o ex ε corr et ν add m2) [*](15 πῶς — 17 ὠφείλετο citat Macar fol. 89 15 ἄρχοντος post ἀποπληξίας Macar | ὅτ’ ἂν Μο 19 δ’ Re | „malim δέ <σε> αὐτῶν“ Re)

38
φλυαρεῖν; τὸ δὲ μηδὲ τὸν καλοῦντά σε δῆμον ἐπὶ τὰς θεωρίας ἀκούειν ὡς ἥξεις, καὶ ταῦτα ἥξοντα, οὐ καλόν. παρὰ τίνος ἔμαθες, ὅτι σιγὴ συμφέρον ἀρχῇ, κἂν φω- νῆν ἀπαιτῇ τὰ πράγματα; ἐγὼ μὲν γὰρ τὸ πέρα τοῦ | [*](R II 126) μετρίου φεύγειν οἶμαι δεῖν ἐφ’ ἑκατέρου. σὺ δὲ στήσας τοὺς ὀφθαλμοὺς δόξαν μὲν παρίστης λόγου, λέγεις δὲ οὐδ’ ὁτιοῦν. ὁ δ’ εἰρηκώς τι πρὸς σὲ μάτην εἰπὼν ὅπερ εἶπεν, ἀπῆλθεν.

33. Ἀλλὰ τοὺς λόγους ταῖς τιμαῖς ὠφέληκας. αἱ τιμαὶ δὲ τὸ πᾶσι τὰ ὦτα τοῖς βουλομένοις παρα- σχεῖν. καὶ τίς αὕτη τιμὴ τὸ τῶν ἴσων τοὺς οὐκ ἴσους τυγχάνειν; ὁ γὰρ τῶν αὐτῶν τούς τε χείρους τούς τε βελτίους ἠξιωκὼς ταῖς οὐ δικαίαις τιμαῖς τὰς δικαίας ἔβλαψεν. οὐ γὰρ ἔτ’ ἐστὶ τηλικοῦτον τὸ προσηκόντως δοθέν, ἡλίκον ἂν ἦν, εἰ ἐν τοῖς ἀξίοις ἵστατο.

ποι- ήσομεν γὰρ τῷδε τῷ λόγῳ κοινὸν μὲν ἐν Πίσῃ τὸν στέφανον τῶν τε νενικηκότων καὶ τῶν ἡττημένων, κοινὰ δὲ ἐπὶ τροπαίοις τὰ γέρα τῶν τε ἠριστευκότων [*](R II 127) τῶν τε οὐδὲν τοὺς πολεμίους λελυπηκότων. | ποία τοίνυν ἡδονὴ τοῖς εἰκότως τὰς ἀμοιβὰς λαβοῦσι μετὰ τῶν οὐκ εἰκότως τοῖς αὐτοῖς κεκοσμημένων; πάνυ γε οὗτοι τοῦ ταλαιπωρεῖν ἐπιθυμήσουσιν ἐπὶ τοιούτῳ καρπῷ. οὐκοῦν χείρων μὲν ἐντεῦθεν ὁ ἀθλητής, χεί- [*](1 μὴ δὲ ΙΒΜοV 2 ἥξει σοι V | „malim ἥξοντος“ Re ὁ· σιγὴ I sed ~ in ` corr m3, V | συμφέρου V | ἀραχνῶν V 7 λέγειν V | δ’ Re | οὐδ’ ὅτι οὖν Α οὐδοτιοῦν edd | τί Μο) [*](8 εἶπεν om I 9 ὠφέληκας in marg Μο2 10 ὄντα Β | παρασχεῖν; ΡΙΒΜο V 11 τὸ — 14 ἔβλαψεν citat Macar l.l. 11 τοῖς οὐκ ἴσοις I 12 ἄνισον πάντη καὶ ἄδικον post τυγχάνειν Macar | ὁ γὰρ] καὶ ὁ Macar 13 ταῖς om Mor | τοὺς δικαίους Μορ 15 ποιήσομεν γὰρ Α sed γρ ποιήσωμεν δὲ in marg 16 πίσσῃ Μο 22 ταλαιπωρεῖν scripsi ταῦτα ποιεῖν libri edd)

39
ρων δὲ ὁ στρατιώτης φεύγοντες τὴν οὐδὲν πλέον αὐ- τοῖς φέρουσαν ταλαιπωρίαν.

35. Πῶς οὖν αὐτὸς ἡμῖν τῇ περὶ τὰς ἀκροάσεις ταύτας ἀκολασίᾳ τὸ χρῆμα τῶν λόγων ηὔξηκεν; ἐγὼ μὲν γὰρ αὐτοὺς εἰς ταπεινὸν ἡγοῦμαι κατενηνέχθαι παντὸς τοῦ βουλομένου τοῖς αὑτοῦ λήροις ἡμέραν εὑρισκομένου, σὺ δὲ φιληκοίαν τοῦτο καλεῖς καὶ σπου- δὴν περὶ λόγους καί μοι φαίνῃ μετὰ τὴν τοῦ Ἀπόλ- λωνος κιθάραν ἐλθὼν ἐπὶ τὰς τουτωνὶ τῶν ἐν τοῖς καπηλείοις προσαιτούντων ἀξιῶσαι ἂν καλεῖσθαι φιλό- μουσος.

εἶτ’ οὐχ ὁρᾷς, ὡς εἰ τοῦτο καλόν σοι, καλὸν καὶ σκυτοτόμου σε καὶ χαλκέως ἐπὶ δεῖπνον καλοῦντος ὑπακούειν καὶ ἐλθόντα κατακείμενον δει- πνεῖν καὶ εἶναι τὸν αὐτὸν ἐφ’ ἁπάσης τραπέζης; ἢ τὸ μὲν φευξόμεθα | διὰ τὴν τῶν καλούντων τύχην, [*](R II 128) τὴν δὲ τούτων ἀηδίαν ἀγαπήσομεν; οὐκ οἶσθα τὸν ἐφ’ ἑκάστῳ τῶν εἰρηκότων γενόμενον γέλωτα, εἰ οἱ μὲν ὄντες τοιοῦτοι πρὸς ἐπιδείξεις ἧκον, σὺ δ’ ὑπε- τίθεις σαυτὸν τοῖς τοιαῦτα φέρουσιν, ὧν ἀπελθών, ὡς ἀκούω, καὶ αὐτὸς κατεγέλας; καίτοι πολλῷ βέλτιον ἀπωθεῖν ἐνοχλοῦντας ἢ τοῖς εἰρημένοις ὑβρισμένον εἶτα τῶν λόγων κατηγορεῖν.

37. Ἔτι τοίνυν τῶν μὲν ἤκουσας, τῶν δὲ οὐκ ἠξί- ωσας ὄντων οὐδὲν ἐκείνων φαυλοτέρων, ὥστε σοι καὶ τὸ τῆς ἀνωμαλίας ὄνειδος προσγενέσθαι. πῶς οὖν [*](1 δὲ οὐδὲν ὁ Β ὁ om Mor | στρατηγὸς Μο sed στρατιώτης in marg | φεύγοντες scripsi e V φευγόντων reliqui libri edd, quod Cobetus Coll. 125 perperam pro imperativo habet 6 αὐ- τοῦ IV 8 καὶ μὴ φαίνειν Μο Mor 9 ἐπὶ τουτονὶ Μο Mor 11 εἶτα edd 12 σε Ρ sed ε in ras m2, BVa Re σὲ V σοι reliqui libri Mor 16 οἶσθα Ρ sed σθα in ras m2) [*](17 εἰρημένων V 18 ἐπίδειξιν Re | δὲ Re | ἐπετίθεις Va 19 ταῦτα BVa 23 δ’ Re 24 ἐκείνων οὐδὲν Μο Mor)

40
τοῦτο συνέβη; σὺ μὲν αὖθις ἂν ἐκαθέζου, τὸ δὲ μὴ τούτους εἰπεῖν τοῖς εἰποῦσιν ἔδοσαν ὧν ἀκολουθεῖς τοῖς νεύμασιν. ἐφ’ ᾧ δ’ ἂν καὶ συγκαλύψαιτό τις, εἴπερ εὔνους εἴη σοι, πᾶν γὰρ τὸ δειχθὲν εὐθὺς ἦν ἐν αἰτήσει, καὶ ὅσον ἐγελάσθη, καὶ πολλοὶ πόδες ἐπὶ τὸν ἄρτι πεπαυμένον οὐκ ἐῶντες ἀναπνεῖν, εἰσπράτ- [*](R II 129) τοντες, | ἄγχοντες, ὡς οὐδ’ ἀριστᾶν ἀνεξομένου σου πρὶν λαβεῖν. οὕτως οὓς εὗρες ἐν δόξῃ τῆς οὔσης αὐτοῖς ἐν οἷς ἐποίεις ἀπεστέρεις. θαυμαστός γε ἡμῖν ἥκεις τοῖς λόγοις ἐπίκουρος, ὃς καὶ τοὺς σιγᾶν τὸν ἄλλον εἰδότας χρόνον ἐξέμηνας καὶ ζητεῖν ἔχειν ἃ τέως οὐκ ἠξίουν, ἐποίησας.

38. Ἔπειτα φὴς πάντ’ εἶναί σοι μικρὰ πρὸς ἐμὲ καὶ τὸν σαυτοῦ πατέρα ἐν ἐμοὶ νομίζειν ὁρᾶν. τοῦ- τὸν δὲ οὗτος τὸν πατέρα διὰ νόσου μέγεθος τμηθέντα φλέβα καὶ τυχεῖν οὐ δυνάμενον ὕπνου πολλῆς χρῄ- ζοντα παραμυθίας δι’ οὐδενὸς ἐπεσκέψατο τῶν φίλων, ἀλλ’ οὐδὲ τῶν διακόνων. οὐδ’ αὖ προπεμπόμενος εἶπέ [*](R II 130) τι τοιοῦτον πρός τινα τῶν ἐμῶν ἐπιτηδείων, | ὃ τοῦ πολλάκις ἐκεῖνα εἰπόντος ἦν. ἀλλ’ ἀπελθὼν εἰς Φοινίκην ἔπεμψας ἐπιστολὴν ψόγον τῆς ἡμετέρας, ἣ τὰ μὲν τῶν τοὺς ἁμαρτάνοντας πειρωμένων κατέχειν ἐποίησε, δῆσαι δὲ οὐκ ἐδυνήθη.

39. Καὶ μὴν καὶ ἐν ἐκείνῳ γε σαυτῷ μάχῃ· μισεῖς μὲν γὰρ τὴν ἡμετέραν ὡς οὐ μισοῦσαν Κόκκον, αὐτὸς [*](16 cf. t. III p. 144, 10 R) [*](2 τούτοις I 5 ὅσου Μο et γρ in marg Mor 7 ἀνέχον- τες Mor 10 σιγᾶν inserui e Β om reliqui libri edd ἠρεμεῖν vel σωφρονεῖν vel tale quid coni Re 11 σιγῶντας Cobet Coll. 126 14 ἐν — 15 πατέρα om Mor 16 χρήζοντα ΙΒ χρή- σοντα Μο χρήσαντα Mor 19 τί ΙΒΜο | τοιοῦτο Ι sed ο (3) in ras m3 21 ψόγον] „hic videtur ἔχουσαν deesse“ Re)

41
δὲ ἐκεῖνον μόνον οὐ προσεκύνησας. οὕτως ἐν τῇ θε- ραπείᾳ παρῆλθες τὰ νενομισμένα διδάσκων Βηρυτὸν μηδενὸς ὧν ἔπαθε μεμνῆσθαι. καὶ τοῖς μὲν ἄλλοις θαυμαστόν τι τοῦτ’ ἐφάνη, ἐμοὶ δὲ ἐλπὶς ἐβεβαιοῦτο πάλαι σου τὰ ’κείνου καὶ τιμῶντος καὶ φυλάττοντος καὶ πεπηγέναι βουλομένου, ὥστ’ οὐκ οἶδ’ ὅ τι ἂν αὐτῷ πλέον παρὰ τοῦ γεγεννηκότος ὑπῆρχεν, εἰ ὁ τὴν ἀρ- ’ χὴν ἐκδεξάμενος ἐκεῖνος ἦν.

τοιγαροῦν ἄφωνοι πάντες οἱ τὰς | κατηγορίας ἐν ταῖς χερσὶν ἔχοντες [*](R II 131) οὕτω δὴ πολλοί τινες ὄντες, ὡς μικρὸν ἂν ἀποφῆναι τοῦ δικαστηρίου τὸ μέτρον. ἀλλ’ ἐνέφραξε τὰ στόματα τούτοις ὁ τοῦ προσλήψεσθαί τι κακόν, εἰ μὴ σιγῷεν, φόβος. καὶ τὰ πολλὰ ἐκεῖνα τραύματα διὰ τὸν χρη- στὸν Ἰκάριον ἔμεινεν ἀθάνατα.

φήσει παρὰ τῶν ἐν τῷ βασιλείῳ δυνατῶν ταῦτα ἀκηκοέναι. τουτὶ δὲ λέγων, δι’ οὓς ἠδίκηκε, λέγει, βέλτιον δὲ ἦν ἔχειν αὐ- τὸν λέγειν, ὡς οὐδὲν ἠδίκηκε. μέλειν μὲν οὖν ἐκεί- νοις ἐκείνου φαίην ἄν, ἔδει δὲ τὸν ἀκούοντα λέγειν ἁπλοῦν τινα λόγον, ὅτι τὰ μὴ δίκαια παύσων, ἀλλ’ οὐκ ἰσχυρὰ ποιήσων πέμπομαι. τὸν δ’ ἀκούω διὰ πάσης ἀδικίας ἀφῖχθαι καί μοι κάλλιον ἰδι- ωτεύειν ἢ οὕτως ἄρχειν. τί δ᾿ ἂν δεινὸν ἔπα- θες ἥκων μὲν ἐπὶ τὴν ἀρχήν, λύων δὲ ὅσα ἐξῆν τῶν [*](7 Τατιανοῦ cf. t. II p. 467, 5 R. ep. 760. Sievers p. 159) [*](1 δ’ Re | μονουοὺ Re 3 ἔπαθον Β 4 δ’ Re 5 „malim ὡς πάλαι“ Re | τακείνου Ι τ᾿ἀκείνου Μο | καὶ(1) om V) [*](6 οἶδα Re | ὅτι ΒΜο 7 γεγενηκότος Α, sed alterum ν suprascr m2, BVa | ὁ P sed o in ras m2 12 προλήψεσθαι Mor 14 τῶν om V 15 ταῦτ’ VaMo edd 16 δ’ Re | αὑτὸν Re 17 ἠδίκηκεν ΑΡ | μέλλειν CAPMo Mor 20 τὸν Ι sed ν ex ι corr m3 τόν B 22 ἔπαθε; Mor 23 δ᾿ Re | τῶν Ρ sed ῶν in ras m2)

42
Κόκκου; βραχὺν ἂν τῆς ἀρχῆς τὸν χρόνον τοῦτο [*](R II 132) ἐποίησε. καλῶς. ἀλλ’ ἐπαινούμενόν | γε. ἔστι δὲ ἄμεινον μιᾶς ἡμέρας ἀρχὴ τὸ δίκαιον ἔχουσα ἢ τὸ πάντα τὸν βίον ἄνευ τούτου κατειληφέναι τὸν θρόνον.

ἀλλ’ ὁ τῇ λύπῃ περὶ τῶν εἰς Γερμανὸν ἀπολογού- μενος ἡμῖν Φοίνικα πολιτευόμενον ἑκόντα ἐν τῷ λει- τουργεῖν μεμενηκότα μικροῦ νεκρὸν ταῖς πληγαῖς ἔδειξε. τί ἐγκαλῶν; τὸ μὴ μετ’ ἄλλων ἥκειν. εἰ δὲ μόνος τοῦτ’ ἐδύνατο ποιεῖν, τῆς δὲ τῶν ἄλλων τὸ πρᾶγμα πενίας μεῖζον ἦν; εἰ δὲ ἔφευγον τὴν οὐκέτι πόλιν Ἔμεσαν; εἰ δὲ ἐκρύπτοντο μένοντες; σὺ δὲ πό- λιν μὲν τοιαύτην καὶ τοσαύτην ἀπολωλυῖαν οὐ δα- κρύεις οὐδ’ εἰ καὶ μὴ πάντα, μέρος γε ἔν τι τῶν ποτε [*](R II 133) ὄντων ἀγαθῶν ἀποδίδως, τὸν | δὲ ἕνα τύπτεις παρὰ τοὺς νόμους καὶ προλέγεις ἅπασι· μὴ λειτουρ- γεῖτε, μὴ πολιτεύεσθε, μὴ βουλεύετε, χωρεῖτε ἐπὶ ζώνας ἢ μείζονας ἢ ἐλάττονας.

43. Οἴοις δὲ καὶ τὴν Ἀντιόχου πόλιν ἐτίμησας ῥήμασιν. ὁ μὲν κομίζων τὴν φιλάνθρωπον πρόσρησιν ὁ πευθὴν Οὐράνιος ἦν, ἤκουε δὲ λέγοντος μάλα ἐντε- ταμένως, τὰ ῥήματα δὲ ἦν, ὅτι μισοῖ πάντας ἐφεξῆς. [*](11 ep. 766 17 cf. p. 9, 16 18 p. 5, 4) [*](2 ἐποίησε. καλῶς. scripsi ἐποίησε; καλῶς libri Re ἐποίησε καλῶς Mor 2 ἔστι — 4 θρόνον citat Macar l. l. 3 ἄμεινόν ἐστι Macar 5 τῶν C sed ῶ ex ὸ corr 8 7 νεκρὸν ἐν ταῖς Va 10 πενίας τὸ πρᾶγμα I 10 et 11 δ’ Re 10 οὐκ ἔτι Μο 11 δὲ (2) om V 12 τοσαύτην καὶ τοιαύτην Μο edd | δακρύεις; edd 13 μέρος γε om I | γε ἕν] ἔν γε Cobet Coll. 126 ἕν] ἤν C sed ἕν in marg s, APIVa ἓν ἤν Μο οὔ V om Β ἓν ἦν Mor 14 ἀποδιδῷς V 16 δουλεύετε V 17 ἢ om Mor | μείζους Mor 19 νομίζων Mor sed γρ κομίζων in marg) [*](20 ἤκουσε Re 21 δ’ Re | μισεῖ V μισοίη Mor sed γρ μισοῖ in marg μισοίης Re fortasse recte cf. p. 43, 9 Ι πάντας Mor sed γρ πάντες in marg)

43
ὢ τῆς ἀνοίας. βοᾷς ἃ κρύπτειν ἔδει καὶ τῶν κατὰ σοῦ τὰ δυνάμενα λαθεῖν ἐξαγορεύεις καὶ διδάσκεις πόλιν οὕτω μεγάλην μισεῖν σε. τὸ γὰρ αὐτὸ δήπου ποιήσει καὶ ἡ πόλις. καὶ μὴν ἄρχοντος μὲν τὸ τοὺς ἀρχομένους εὖ ποιεῖν, οὓς δὲ μισεῖ τις, οὐκ εὖ ποιεῖν, ἀλλὰ κακῶς ἀνάγκη. κακῶς ἄρα ποιεῖς τῶν μένων τινάς, τὸ δὲ καὶ τίνας ὄντας ἀφείσθω τανῦν.

44. Λέγε τοίνυν καὶ πρὸς τοὺς ἀπαντῶντας ταὐτό, ὅτι μισοίης τε ἕκαστον καὶ ἡδέως ἂν ἐπύθου τεθνεῶ- τας ἅπαντας. ἔχοις δ’ ἄν, εἰ βούλοιο, καὶ προστι- θέναι τοῖς ἀνθρώποις καὶ γῆν καὶ οἰκοδομήματα καὶ ὑποζύγια καὶ πηγάς, οὕτω γάρ σοι τὸ μῖσος ἔσται λαμπρότερον, | καὶ πρός γε τοὺς οἰκείους, ὅταν [*](R II 134) οἴκαδε ἐπανέλθῃς, μετὰ τῶν ἄλλων τῶν περὶ τῆς ἀρχῆς λόγων ἔστω καὶ τοῦτο καὶ εἰ βούλει γε, πρῶτον.

[*](1 βοᾶις Α | τῶν Mor sed γρ τὰ in marg 7 τὰ νῦν CA Mor sed in hoc γρ τανῦν in marg 8 ἀπατῶντας V 12 πη- γάς Mor sed γρ πυγάς in marg 13 ὅταν δ’ Mor 14 ἐπαν- έλθοις V 15 ἱστᾶι I | Κατὰ ἰκαρίου ᾶ subscr I)