Oratio 26

Libanius

Libanius, Oratio 26, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

σοὶ μὲν οὖν ἕστηκε τὸ ὄμμα καὶ τὸ νι- κᾶν τὸν ὕπνον ἐστὶν ἐν συνηθείᾳ, τοῖς δ’ οὐδὲ σφό- δρα βουλομένοις τοῦτ’ ἔνι δυνηθῆναι. τρέπεται γὰρ αὐτοὺς μετὰ πολλὴν μάχην καὶ πόνον, καὶ τὴν Νύκτα ἱκετεύουσι κινῆσαι πρὸς ᾠδὴν ἀλεκτρυόνας. ἤδη δέ τις καὶ γνώμην εἶπεν ἀλεκτρυόνα κατακλείσαντας ἔν τινι τῶν ἐγγὺς οἰκημάτων εἰς ἀνάγκην αὐτὸν ᾠδῆς ἀκαίρου καθιστάναι σοὶ μὲν ἀπάτην φερούσης, τοῖς [*](R II 109) δὲ ἀπελθεῖν | διδούσης. ὡς νῦν γε στερήσει τε λουτρῶν κάμνουσι καὶ μέσον σφίσιν οὐδὲν δείπνου τε καὶ τοῦ παρὰ σὲ δρόμου. καὶ δεινόν, εἰ διὰ τὴν σὴν περὶ ταῦτα ἀρετὴν ἀπολεῖταί τις. βέλτιον γὰρ σὲ βιασθῆναι πρὸς ὕπνον ἢ ἐκείνους πρὸς όγρυπνίαν.