Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

437

Ἀμφοτέροις ἄν τις εἰκότως ἐπιτιμήσειεν, ἐμοί τε [*](R 275) τῷ ζῶντι περὶ τοὺς λόγους καὶ τοῖς ἀκροωμένοις ὑμῖν· ὑμῖν μέν, εἰ τὴν ἡμετέραν δύναμιν ἐν ταῖς ἄλλαις ὑποθέσεσιν ὡς ἥδιστα ὁρῶντες καὶ παρακαλοῦντές γε ἐπ’ ἐνίας αὐτῶν ἒν τοῦτο οὐκ ἐπετάξατε, κοσμῆσαι λόγῳ τὴν πόλιν, ἐμοὶ δέ, εἰ πλεῖστα δὴ τῶν νῦν ὄντων συγγράμματα πεποιηκὼς καὶ τοὺς μὲν ἐπαινέσας, τοῖς δὲ συμβουλεύσας, οὐκ ὀλίγα δὲ ἠγωνισμένος ἐν πλά- σμασιν εἴς γε τὸν τῆς ἐνεγκούσης ἔπαινον ἄφωνος γέγονα.

μᾶλλον δὲ ὑμῖν μὲν οὐκ ἔστιν ἐπιτιμῆσαι [*](C = codex ChisianusΑ = Monacensis gr. 483 (Augustanus)Ρ = Palatinus gr. 282U = Urbinas gr. 126I = Marcianus append. XCI 2ΜΟ = Monacensis gr. 113 fol. 190—196 + 101 fol. + 113 fol. 196—210Μ = Marcianus gr. 437Β = Barberinus II 41Ca = Casanatensis) [*](1 ἀντιοχικός· ἤτοι ἐγκώμιον εἰς ἀντιόχειαν U ἐγκώμιον εἰς ἀντιόχειαν ΜCa ἐγκώμιον εἰς ἀντιόχειαν τὴν ἑαυτοῦ τρίδα Β 3 τοὺς om U eras I 5 ὡς om Ca ὡς ἥκιστα Mor, ἴσ. οὐχ ἥκ. in marg 6 ἐπατάξατε sed primum α ut corrigeretur, oblitum C 8 τοῖς corr m3 in τοῖς, m4 in τοὺς Ρ τοῖς U | τοῖς corr e τοῖς P3 9 δ’ Re 10 ἐνεγκούσης γῆς Μορ, γρ σῆς ἔπαινον in marg | ἔπαινον C2 in marg)

438
μὴ τὸν ἐπαινέτην ζητοῦσιν, εὐφημίαν γὰρ ἡδὺ μὲν ἀκοῦσαι, μνηστεῦσαι δὲ ἴσως ἀβέλτερον· ἐμὲ δὲ τὸ ἔγκλημα καταλαμβάνει σαφῶς, ὅτι δὴ χρέα πάντων ἐντιμότατα καταθεῖναι δέον εὐθὺς εἰς τόδε ἐμέλλησα καὶ περὶ μὲν τῶν ἄλλων οὐδὲν ἐπαυσάμην ἐν τῇ πόλει λέγων, τὸν δ’ εἰς αὐτὴν τὴν πόλιν ἀναβέβλημαι λόγον, ὥσπερ τις ἑτέρους μὲν ἐν ὀφθαλμοῖς τῆς μητρὸς θερα- πεύων, αὐτῆς δὲ ἐκείνης καταμελῶν.

καὶ μὴν οὐδ’ [*](R 276) ἐκεῖνό | γε εὔλογον παρὰ μὲν ὑμῶν ὁμολογεῖν τὴν τέχνην ἔχειν, ὑπὲρ δὲ τῶν δεδωκότων μὴ χρῆσθαι τὸν λαβόντα τῇ τέχνῃ, ἀλλ’ ἐν μὲν ταῖς ἐπ’ ἀγορᾶς συνου- σίαις, ὅσῳ τὰς ἄλλας νικᾷ, δεικνύειν, ταύτας δὲ τὰς ἀποδείξεις μὴ τολμῆσαι ποιῆσαι βιβλίον.

4. Οὔσης δὲ τοσαύτης ἀφθονίας τῷ βουλομένῳ μέμφεσθαι τὴν σιγὴν ὅμως ἔνι τις ἀπολογία τῇ σιωπῇ. οὐ γὰρ τὸ μὴ λέγειν ἐγνωκότος ἦν διὰ τέλους μὴ λέγειν, ἀλλ’ ἐκράτει μὲν εἰπεῖν, ἐν δὲ τῷ διαμέλλειν ἦν τις ἐλπὶς μείζω τὴν δύναμιν ἔσεσθαι τοῦ χρόνου προστιθέντος τῇ τέχνῃ.

τιμῶντος οὖν ἦν, οὐ ῥᾳθυ- μοῦντος, καὶ κοσμεῖν ἐπιθυμοῦντος κάλλιον, ἀλλ’ οὐχ ὅλως τὸ κοσμεῖν φεύγοντος ἡ μέχρι τοῦδε σιγή, καὶ πέπρακται μὲν εἰς τοὺς λόγους πλέον οὐδέν, ὡς ἀρκέσαι [*](2 ἀνόητον supra ἀβέλτερον Β2 3 χρὴ Mor 4 ὁ in ἐντιμοτατα in ras P2 | ἐς Ca | τόδε A, γρ τοῦτο in marg 8 δ Re | οὐδ᾿ ex οὐδὲ corr I2 οὐδὲ MB 9 μὲν] καὶ Mor 12 et ας in ἄλλας, νικ in νικᾶ et δεῖ in δεικνύειν Ρ2 in ras 15 τίς ΑΙΒ 16 τοῦ Re e Μο τὸ reliqui libri Mor et restituerunt Iacobs in exemplari et Lect. 339 et Cobetus Mnem. V 106 (Coll. 102) | διατέλους Μο 18 τίς ΑIMO 19 οὖν] μὲν οὖν MBCa μὲν Μο 20 ἀλλ᾿ om Μ 21 κεἰ Iacobs 1. 1. 22 μὴ Mor quod corr Re Anim | οὐδ’ C sed del. et in marg οὐδὲν pos. s, Μ sed οὐδὲν suprascr. m2, Β sed rasura corr ex οὐδὲν, MoCa)

439
τοῖς παροῦσι, τὴν δ’ οὖν παραίτησιν τοῦ μὴ πρότερον εἰρηκέναι παρὰ τῆς γνώμης ἔχειν ἔσται μοι.

6. Κοινὸν μὲν οὖν τῶν ἐγκωμιαζόντων ἔθος λεί- πεσθαι φάσκειν τὴν αὑτῶν ἀσθένειαν τοῦ μεγέθους τῶν ἔργων οἷς προσάγουσι τὸν λόγον, καὶ συγγνώμην αἰτεῖν παρὰ τῶν ἀκουόντων, εἰ βουλόμενοι τῆς ἀξίας | ἐγγὺς ἐλθεῖν ἄκοντες ἐλάττους γίγνοιντο· ἐγὼ δὲ [*](R 277) ταύτην ἐμαυτῷ ἁπανταχόθεν ἡγοῦμαι προσήκειν, τοῖς δὲ ἄλλοις οὐδ’ ὁθενοῦν, ὁπόσοι πρὸς τήνδε τὴν ὑπό- θεσιν ὥρμησαν.

τοῖς μὲν γὰρ ἄλλοθεν ἐπελθοῦσιν οὐκ ἦν ἀνάγκη τοῦ λόγου, ἀλλὰ λέγοντες μὲν τεχνικῶς ἐχαρίζοντ’ ἄν, τοῦτο δὲ μὴ ποιοῦντες οὐκ ἂν ἐδόκουν φορὰν ἀναγκαίαν ἐκλείπειν· ὁ δὲ κύριος ὤν εἰπεῖν τε καὶ μὴ, τυγχάνων μὲν τῆς σπουδῆς ἐπαίνου ἄξιος, ἁμαρτάνων δὲ οὐδὲ συγγνώμης.

ᾧ γὰρ ἐξῆν μηδὲ καταστῆναι τὴν ἀρχὴν εἰς παραιτήσεως χρείαν, οὗτος ἑκὼν εἰς τὴν χρείαν ἐμβὰς δικαίως ἂν τῆς παραιτή- σεως στέροιτο. ἐμοὶ δὲ πρὸς τὸν λόγον ὑπὸ τῶν τῆς πατρίδος ἑλκομένῳ δικαίων καὶ ᾧ δυοῖν ἦν ἀνάγκη θάτερον, ἢ λέγειν ὁπωσοῦν ἀπὸ τῶν παρόντων ἢ κακᾷ [*](1 τὴν γοῦν Iacobs num τὴν δὲ γοῦν? 3 μὴ Mor 4 αὐτῶν libri edd 5 τοὺς λόγους ΒΜο τ λόγ Ca 8 ἁπαν- ταχοῦ μὲν Re | οἶμαι BMo Ca 9 δ᾿ e δὲ corr I et Re | οὐδ’ ὁθενοῦν scripsi e Ρ et Ι sed in hoc θὲν in ras m2 οὐδ’ ὅθενουν U οὐδὲν οὖν C sed ὅθεν οὖν suprapos. s, et Mor οὐδὲνοὺν Μο οὐδ’ ὁτιοῦν Α sed ᾿οτιου in ras trium vel quattuor litterarum, Β sed γρ οὐδαμῶς· οὐδενοῦν in marg m2, Ca et Re οὐδοτιοῦν Μ 13 ἐλλείπειν MBMoCa cf. X 11, 2 ὡς δὲ ὑπὸ ἀπληστίας ἐξέλιπον τὴν φοράν 14 ἐπαί- νων UI sed in hoc οὐ suprascr. m2 MoCa τιμῆς Β 15 οὐ MoCa 16 τηναρχὴν Β et e τὴν ἀρχὴν corr I2 | οὕτως Mor 17 γρ ἔχων Mor in marg | γρ τις Mor in marg | ἐς Μο 18 στεροῖτο Re 19 καὶ om Mor | ἦν om UI sed in hoc rasura duarum litt)

440
δοκεῖν εἶναι πολίτῃ, πῶς οὐ πανταχόθεν ἕτοιμος ἡ συγγνώμη;

καὶ γὰρ εἰ μὲν ἦν μοι χρήματα χορηγεῖν ἀποχρῶντα, καλῶς ἂν εἶχεν ἴσως ἐκείνως τὸ δίκαιον σώσαντι μὴ τὸν διὰ τοῦ λόγου κίνδυνον αἱρεῖσθαι· ἐπεὶ δὲ τὰς ἐκείνῳ μὲν τῷ τρόπῳ λειτουργίας ὑπὸ τῆς Τύχης ἀφῄρημαι, δεῖ δέ τι φανῆναι καὶ αὐτὸν φέροντα τῇ πόλει, τῷ φόβῳ τῆς σιωπῆς ἡ περὶ τὸ λέγειν τόλμα τὴν συγγνώμην ἔχει.

[*](9)

10. οἱ μὲν οὖν πολλοὶ τῶν ἐπὶ τὴν ἀκρόασιν ἡκόν- [*](R 278) τῶν τὴν μὲν παροῦσαν | τύχην τῆς πόλεως ὁρῶντες, τῆς δὲ ἄνωθεν σεμνότητος οὐδὲν εἰδότες καὶ τὰ μὲν θαυμάζοντες, τὰ δὲ οὐκ εἶναι νομίζοντες οἴονταί με τοῦ μεγέθους εὐθὺς ἅψεσθαι καὶ τῆς ἐν τούτοις οχῆς, ὥσπερ καὶ αὐτὸν ὁμολογοῦντα τοῖς μὲν νέοις νικᾶν τὴν πόλιν, τοῖς δὲ ἀρχαίοις νικᾶσθαι.

δεῖ δέ με ἐκεῖνα πρότερον ἀξιώσαντα μνήμης ἔπειτα οὕτως ὑπὲρ τῶνδε λέγειν, ὥστε φανῆναι συμφωνίαν τῶν ὄντων πρὸς τὰ πάλαι καθεστῶτα καὶ ὅτι οἷς γε ἐκεῖνα προυπῆρξε, καὶ ταῦτα ὀφείλεται, ἡ δὲ νῦν λαμπρότης οὐκ ἀπὸ χειρόνων ἤρτηται.

12. Πρὶν δέ, οἵ τινες πρῶτοι κατέσχον τὴν χώραν, διδάξαι, περὶ φύσεως τε τῆς χώρας καὶ ὅπως μὲν ἀέρων εἴληχεν, ὅπως δὲ ἔχει πρὸς θάλατταν, ὅπως δὲ ὑδάτων [*](1 ἕτοιμος εἰς συγγνώμην Μο 3 ἴσως εἶχεν CBMCa Mor ἴσως om Mo 5 τὰς — 6 δέ om Ca | ἐν ἐκείνω μὲν Β 6 καὶ αὐτὸν φανῆναι UIBMoCa 9 μὴ Mor 10 τὴν om Mor | μέν inserui e BMoCa auctore Re 12 με] μετὰ Mor 13 ἅψεσθαι scripsi ex I in quo tamen ἑ in ras m2, auctore Re ἅψασθαι reliqui libri edd 15 δ’ UIM 17 τῶν νῦν ὄντων Cobet Mnem. V 106 (Coll. 102) num παρόντων? 19 ὀφεί- λεται scripsi cum Gasda ὠφείλετο libri (ὠ ex ὁ corr γρ πόλιν 21 κατεῖχον Mor | χώραν Μ πόλιν BMoCa 22 τε in ras P4 | τῆς] καὶ Ca | ἀὴρ Mor)

441
μετείληφεν, ἥτις δὲ αὕτη καρποὺς ἐκτρέφειν, καὶ ὅλως περὶ τῆς ἐνταῦθα πλεονεξίας διαλεκτέον. ὥσπερ γὰρ ἡ χώρα πρεσβύτερόν τι τῶν ἐνοικούντων, οὕτω καὶ τὴν ὑπὲρ ταύτης εὐφημίαν προτέραν εἶναι δεῖ τῆς εἰς τὸ γένος ἐσομένης.

13. Καὶ ἅμα πρῶτον καὶ μέγιστον τῆς] πόλεως ἐγκώμιον γῆς ἀρετὴ, καθάπερ, οἶμαι, νεώς, ὅταν ἐπ’ ἰσχυρὰν τὴν τρόπιν τὰ ἄλλα ᾖ συμπεπηγότα. τοῦτο δὴ πρὸ τῶν ἄλλων ἐξεταστέον.

καὶ οὐ ταὐτόν γε πείσομαι τοῖς πολλοῖς, οἱ πᾶν ὅτι ἂν ἐπαινῶσι χωρίον μέσον τῆς | οἰκουμένης βιάζονται δεικνύειν. πρῶτον [*](R 279) μὲν γὰρ εἰ ὅτῳ τοῦτο ὑπάρχει, καὶ τὸ καλῷ γε εὐθὺς εἶναι προσυπάρχει, μιᾶς πόλεως γίγνεται, ὅτι ταῖς ἄλλαις οὐκ ἔστιν εἶναι μέσαις. ὥστε οἱ πλείους ληροῦσι τῶν λόγων.

ἔπειτα εἰ μὲν τὸ μεσεύειν τοῖς ὅλοις ἐδίδου κρατεῖν, εἶχεν ἄν τινα νοῦν ἡ σπουδὴ τοῖς ταῦτα φιλονεικοῦσιν. εἰ δ’ οὐ ταὐτὸν εἰς καρπῶν φορὰν Αἴγυπτός τε καὶ ἡ πέτρα Δελφῶν, τί δεῖ [*](18 Cf. Suidas s. ν. ἔ τις ἐν Αἰγύπτῳ σῖτον ἄγει et s. ν. Δελφὸς ἀνὴρ στέφανον μὲν ἔχει, δίψει δ’ ἀπόλλυται (corr ἀπόλωλεν e Lib. ep. 208 vel άπολωώς e Schol. Ar. Eq. 534). cf. Soph. O. R. 463. Eur. Andr. 998. Paus. Χ 16, 2. Schol. Pind. Pyth. IV 6) [*](1 αὐτὴ Re 3 τι om Mo ἐστι Iacobs lect. 339 4 φημ et ἂν in εὐφημίαν in ras P3 6 πρότερον BMo 6 verba καὶ μέγιστον — 8 συμπεπηγότα citat Plan fol. 99v 6 τῆς can- cellavi om P sed in hoc rasura trium litt, BMMoCa et Plan 6 τῆς — 7 γῆς in ras 12 vel 13 litterarum I2 8 verba τοῦτο δὴ — 442, 2 ἐπαινεῖ τις citat Plan fol. 103 9 περὶ τῆς χώρας titulus in marg C | καὶ om Mor 10 ῶ in ἐπαινῶσι Ρ5 in ras trium litt ἐπαινέσωσι Α Re 12 οὕτω Μο I ὁ alte- rum in τοῦτο in ras P2 12 καὶ — 13 προσυπάρχει inser Α2 13 προσυπάρχοι U | ὅτι scripsi καὶ libri Plan edd καὶ γὰρ Gasda 14 μέσαις] μετόχοις (80. τοῦ καλαῖς εἶναι) M Schmidt β α Philol. XII 279 εἶναι μέσαις I μέσαις εἶναι U | πλείστους Mor, γρ πλείους in marg 15 μεσσεύειν ACP | ἐδίδου τοῖς ὅλοις Β 17 φιλονεικοῦσιν ἡ σπουδὴ UI sed in hoc φιλ inser m2 18 ἡ δελφῶν πέτρα BMoCa Plan)

442
μέσην δεικνύειν ἀντὶ τοῦ καλὴν ἀποφαίνειν ἣν νεῖ τις;

16. Τοῦτο τοίνυν ἔξεστί μοι περὶ τῆς ἐμαυτοῦ φθέγξασθαι, ὅτι τῆς ὑπ’ οὐρανῷ καλλίστης τὸ κάλ- λιστον ἥδε ἐστίν. ὁμολογεῖται μὲν γὰρ τῆς γῆς ἄριστον εἶναι τοῦθ’ ὃ πρῶτον ᾧ] ὁ θεὸς ἀνίσχων προσβάλλει.