Oratio 10
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
τοῦτο δὲ ἴδοι τις ἂν μάλιστα ἐν τοῖς σώμασιν, ἐν οἷς αἰ προσθῆκαι τῶν ἀποκοψόντων δέονται, κἂν ὁ ἰατρὸς τοῦτο φαρμάκοις ἢ καὶ τῷ σιδήρῳ δυνηθῇ, τὸν μισθὸν ὧν ἀφεῖλεν ἔχει. μάλιστα μὲν οὖν ἐχρῆν τὸν καλὸν κἀγαθὸν Πρόκλον οὕτω τὴν περὶ τὸν Δία σπουδὴν ἅπασιν ἐπιδεῖξαι.
πάντως γὰρ εἰ καὶ μὴ πάνυ | [*](R 268) πολλούς, ἀλλὰ τούς γε σπουδαίους ἔπειθεν ἂν αὐτὸν [*](5 πλημμελείας ΡΙ 6 αὐτὸ scripsi αὐτοῦ libri edd ,,malim αὖ“ Re | ἔχον Bong 7 πρόκλος in marg C2 | πονηρότατα I Bong 8 ὁ delendum censet Re | οὕτω? | ο in ἕξομεν ἵξομεν ω corr C2 10 τούτω C et e τοῦτο corr P3 et Re 26 γὰρ inser C s 27 ἔπεισεν Bong)
τίς γὰρ οἴσει τὰ γενησόμενα; τίς τὸν ἐσπεσούμενον ὄχλον; τίς οὐχ ἡγήσεται ληρεῖν τὸν κήρυκα μεμνημένον ἡσυ- χίας; τίς δείσει τὸ σκῆπτρον; τίς αἰσχυνεῖται τὸν στέ- φανον; τίς τὴν ἀρχὴν αὐτήν;
εἴσονται γάρ, ὡς ἢν μὴ δουλεύῃ τοσούτοις οὖσι τοῖς θεαταῖς, ἐμβρον- τηθεὶς ὑπὸ τῆς βοῆς ἄπεισιν, ἀρκεῖν ἡγούμενος σώζειν ἑαυτόν, τῇ ’κείνων ἀφεὶς βουλήσει τὸ περὶ τοὺς ἀθλη- τάς· αὐτὸ γὰρ τὸ τοῦ θεάτρου μέγεθος ἐπισπάσεται τοὺς οὐ δικαίους τῶν αὐτόθι γινομένων μετέχειν. μετ- ἐχουσι μὲν γὰρ καὶ νῦν, ἀλλ’ οὐ τοσοῦτοι, μεθέξουσι δὲ ἐκ τῶν προστιθεμένων πλείους, ἡ ζημία δὲ ἐν αὐτῷ τῶ πλείονι.
23. τιοῦν περιιόντες λέγετε; μικρὰν ὁ Πρόκλος τὴν πόλιν παραλαβὼν μεγάλην ἐποίησεν. ἐγὼ μὲν γὰρ ἐν τούτῳ τῷ μέρει, καὶ μαρτυρεῖ μοι τὰ πράγματα, μικροτέραν αὐτόν φημι ποιεῖν τὴν πόλιν. ἐν γὰρ τῷ τοιαῦτα οἰκοδομεῖν καταλύει τῇ πόλει τὸ κεφάλαιον τῆς δόξης, μᾶλλον δὲ προσδιαφθείρει μετὰ τῶν λίθων τῇ λύμῃ τῇ παρὰ τῶν ἔμπροσθεν | [*](24) προστιθείς, ὡς μηδενὶ τὸ λοιπὸν διεστάναι τό [*](R 269) τε τοῦ Διονύσου θέατρον τό τε τοῦ Δῖός τοῦ πίου.
ἔδει μὲν γὰρ ἐξ ἁπάντων τῶν τῆς τῆς χωρίων ἐκβεβλῆσθαι τοὺς ἀσχήμονας τούτους [*](6 τὸ γενησόμενον Bong 11 σωίζειν C 12 αὑτὸν Re 18 τὴν πόλιν ὁ πρόκλος C)
νῦν δ’ εἰ μὴ μείζων καὶ αὐτὸ καθέξει νόσος, ἀτύχημα τοῦτο κέκριται. ἐπέδωκε γάρ, φασί τινες, εἰς πολυανθρωπίαν ἡ πόλις. ἐγὼ δὲ ἐβου- λόμην μὲν μὴ τὰς ἐν ταῖς ἄλλαις συμφορὰς ηὐξηκέναι σώμασι τὴν πόλιν τὴν ἡμετέραν, ἀλλ’ ἔχειν μὲν ἑκά- στην τοὺς ἑαυτῆς, εἶναι δὲ ἡμῖν ἐλάττους ἢ οὕτω πλείους· ἐπεὶ δὲ οὓς ἐξέβαλεν οἴκοθεν τὸ κακῶς πράττειν, οὗτοι δεῦρο συνερρυήκασι, μὴ διὰ τοῦτό γε ἡμῖν αἴρεσθαι τουτὶ τὸ θέατρον.
οὐ γὰρ ἄξιον τὴν ἐκείνων ὡς ἡμᾶς καταφυγὴν τοῖς Ὀλυμπίοις γενέσθαι [*](R 270) βλάβην. | ἀλλ’ ἱδρυέσθω μὲν τῇδε τὸ φεῦγον ἑτέ- ρωθεν, μὴ προσαπολλύσθω δὲ τῆς ἑορτῆς ὃ τῶν ἐν αὐτῇ δρωμένων πλείστην ἔχει τὴν σεμνότητα.
ἔτι τοίνυν οὐδ’ ἐπὶ τῶν πρώτων ἐκείνων οἱ καθιζάνοντες μόνοι τὴν πόλιν ᾤκουν, ἀλλ’ ὄντων οὐκ ὀλίγων, οὐ γὰρ ἔστιν ὅτε οὐ πολλοὶ τὴν πόλιν ᾤκουν, οὐ πλείους ἢ προσῆκεν ἤρχοντο ταῦτα ὀψόμενοι. πῶς οὖν νων εἰκόντων τοῖς τεταγμένοις τούσδε τιμήσομεν τῇ τοῦ πράγματος ἀτιμίᾳ; πῶς δ’ ἡμᾶς ἀναγκάσουσιν οὗτοι μεῖζον ποιεῖν τοῦ θεάτρου τὸ μέτρον οὐκ τος τοῦ τότε πλήθους τοὺς τότε ἄρχοντας μεῖζον ποιῆ- σᾶι τὸ θέατρον;