Oratio 9

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

393

Ἡ μὲν οὖν ἑορτὴ καὶ αὐτὴ προσάγει τὸ αὑτῆς [*](R 256) εὖ ποιήσουσα ἡμᾶς, ἡμεῖς δὲ οὔπω πρότερον αὐτῇ πεποιήκαμεν ἐγκώμιον, καὶ ταῦτα εἰδότες, ὅτι τιμὴ μὲν τοῦτο καὶ αὐτοῖς τοῖς δαίμοσιν ὧν ἑορταί, δαίμονος δὲ μεγάλου τήνδε εἶναι συμβαίνει τὴν ἑορτήν.

πρὸς ὃν τί ἂν ἀποκριναίμεθα μεμφόμενόν τε καὶ καταιτιώ- μενον, εἰ τοσαῦτα ἀνθρώπους ἐπαινέσαντες ἑορτῆς τοσαύτης ἠμελήκαμεν, καὶ ταῦτα εἰδότες τῶν πρὸ ἡμῶν τινας τοῦτο οὐ πεπονθότας.

ἐπεὶ οὖν οὐκ ἂν οὐκ ἐπαινοῦντες ἀπελογησάμεθα — τί γὰρ | ἂν καὶ λέγοι- [*](R 257) μὲν; — ἐπαινοῦντες ἀπολογησώμεθα. βέλτιον γὰρ ἀπο- δόντας τελευτᾶν τὸν βίον ἢ ὀφείλοντας.

  • C = codex Chisianus
  • Α = Monacensis gr. 483 (Augustanus)
  • Ρ = Palatinus gr. 282
  • Va = Vaticanus gr. 81
  • Ν = Neapolitanus II Ε 17
  • Ι = Marcianus append. XCI 2
  • Β = Barberinus II 41
  • Μ = Marcianus gr. 437
  • [*](5 Ovid. Fast. I 115 80[.)[*](1 ἔκφρασις Καλανδῶν Allat. | Εἰς] πρὸς IVaN 2 αὐτῆς Ι 3 ποιοῦσα ΒΜ All 4 ὅτι in ras P3 6 ὧν inser A in marg | αἱ ἑορταὶ edd 9 ἠμελήσαμεν ΒΜ All 10 οὐκ alterum om All | οὐκ ἐπαινοῦντες Ν sed οὐκ ἑ in ras m2 11 ἀπελογισάμεθα I ἀπολογησαίμεθα coni Sintenis)
    394

    4. Ταύτην τὴν ἑορτὴν εὕροιτ’ ἄν, ὦ νέοι, τεταμέ- νην ἐφ’ ἅπαν ὅσον ἡ Ῥωμαίων ἀρχὴ τέταται, καὶ νεῖταί τε ἕκαστος καὶ χαίρει καὶ γέγηθε. καὶ εἰ δὴ ἦν οἷόν τε κατεπείγειν χρόνον ἀνθρώποις, ὃ περὶ τὸν ἥλιον γενέσθαι φησὶν ὑπὸ τῆς Ἥρας [ὁ] Ὅμηρος, πειγον ἂν ἔθνη τε ἅπαντα καὶ πόλις ἅπασα καὶ οἶκος ἅπας καὶ ἀνθρώπων ἕκαστος.

    ἀνθεῖ δὲ ἐν ἅπασι μὲν ἡ ἑορτὴ πεδίοις, ἐν ἅπασι δὲ γηλόφοις, ἐν ἅπασι δὲ ὄρεσι καὶ λίμναις καὶ ποταμοῖς, ἐν οἷς πλοῖά τε καὶ πλέοντες, καὶ ἐν τῇ θαλάττῃ δ’ ἄν, εἰ μὴ ἄπλους ἦν ὑπὸ τῆς ὥρας ἡ θάλαττα, ναυτῶν τε καὶ ἐμπόρων τεμνόντων τε ὁμοῦ τὰ πελάγη καὶ ἑορταζόντων.

    ταχοῦ δὲ πότοι καὶ τράπεζαι Συβαριτικαὶ καὶ γέλωτες. αἱ μὲν τῶν εὐδαιμόνων τοιαῦται, τῆς εἰωθυίας δὲ καὶ 15 ἡ τοῦ πένητος ἀμείνων. ἔρως γάρ τις λαμβάνει τοὺς ἀνθρώπους δαπάνης, ὥστε τὸν ἄλλον χρόνον τῇ συλ- λογῇ χαίροντες τότε ἐν κέρδει τὴν ἀνάλωσιν ποιοῦνται, πρότερον δὲ εἰωθότες τὴν γαστέρα κολάζειν τότε ὁπό- σον αὐτῇ δύνανται χαρίζονται.

    καὶ τὸ ἔτι κάλλιον, οὐδὲ μετεμέλησε κεχαρισμένοις, ὡς δὴ τὰ δίκαια πρὸς αὐτὴν οὕτω πεποιηκόσιν. εἶναι γὰρ ἐκ τοῦ νόμου φαγεῖν τε πλέον καὶ πιεῖν, καὶ τοὺς τοῦτο δρῶντας ἱκανῶς τούτους εἶναι τοὺς ἃ βούλοιτ’ ἂν ἡ ἑορτὴ [*](1 cf. IV 1053, 5 3 cf. 1. 1. 1053, 7 5 II. σ, 239 15 cf. 1. 1. 1053, 10 21 cf. 1. 1. 1055, 9) [*](1 εὕροι τις B All 3 δὴ P sed ἡ in ras m3 δ’ Va om N in ras duarum litterarum 5 ἡ in φησὶν ex ἁ corr I2 | ὁ in dubitationem vocatum a Sinteni cancellavi 9 καὶ (3) om I 10 ἁ in πλέοντας ex ε corr Ι2 15 ἲς ία τις in ras P3 τι AVaN 21 ν in πεποιηκόσιν add I2 22 πλέον om ΒΜ | ποιεῖν I 23 ἑορ in ἑορτὴ in ras Ρ2)

    395
    ποιηκότας.

    τιμῶν τε ἡ γῆ πλήρης τιμώντων λους ἀνθρώπων δώροις τε καὶ ξενίοις, τοῖς μὲν ἐκ πόλεων εἰς πόλεις ἐρχομένοις, | τοῖς δὲ ἐξ ἀγρῶν [*](R 258) εἰς ἀγρούς, τοῖς δὲ ἐξ ἀγρῶν εἰς ἄστη, τοῖς μὲν τεθη- ραμένοις, τοῖς δὲ ἐκτεθραμμένοις. πλήρεις δὲ ἀτραποί τε καὶ λεωφόροι φορτίων, ὧν τὰ μὲν ἀνθρώπων, τὰ δὲ τετραπόδων, τούτων δέ γε αὐτῶν ἑτέρων τε τιμιω- τέρων ὁδοί τε ἐν ἄστει κατάστεγοι στενωποί τε μεστοὶ.

    καὶ τοῖς μὲν ἴση ἡ τέρψις δοῦναί τε καὶ λαβεῖν, τοῖς δέ, εἰ καὶ μὴ λαβεῖν ἐνείη, τό γε δοῦναι ἡδὺ κατ’ αὐτό γε τοῦτο τὸ δυνηθῆναι δοῦναι. ποιεῖ δὲ καλὴν τὴν γῆν τῷ μὲν ἦρι τὰ ἄνθη, τῇ δὲ ἑορτῇ τὰ δῶρα πανταχῆ πανταχόθεν ἰόντα.

    καὶ τοῦτό γε ἔτους τὸ ἥδιστον εἶναι λέγων τις οὐκ ἂν ἁμάρτοι, ὥστ’ εἰ πάντα τὸν χρόνον ζῆν ὑπῆρχεν ἐν ἴσοις, οὐκ ἂν ἦσαν ἐν ὅσῳπερ νῦν λόγῳ παρὰ τοῖς ἀνθρώποις αἱ μακάρων νῆσοι. ἡδὺ μὲν γὰρ καὶ ἡ πρώτη χελι- δών, ἀλλ’ οὐ κωλύει πονεῖν, ἡ δὲ ἀξιοῖ τὰς αὑτῆς ἡμέρας ὅτιπερ πόνου μετέχει, πᾶν τοῦτο ὑποχωρεῖν τρέπει τε ταῖς γνώμαις καθαραῖς ἀπολαύειν.

    αὗται φόβους νέων ἀγέλαις λύουσι διττούς, ὧν ὁ μὲν ἐκ διδασκάλων, τὸν δὲ ἐπάγει παιδαγωγός. αὗται δούλοις [*](8 cf. 1. 1. 1055, 13 17 Ovid. 1. 1. 157 21 cf. 1. 1. 1055, 21) [*](3 δ’ ΡΙΒ edd 4 δ’ ΡΒ edd | in τεθηραμένοις suprapos. γ supra θ Ι2 6 τε om Ι 9 καὶ στενωποί τε Μ | ὗν in δοῦναι ras P2 12 ᾕρει Β All 13 ἰόντα praeter ι in ras paulo maiore Ν2 14 τοῦ ἔτους Re | post ἥδιστον erasum τοῦτο in C 18 αὑτῆς scripsi αὐτῆς Re αὐτὰς libri All 19 ante πᾶν rasura unius vel duarum litterarum in Α 20 ι in καθαραῖς erasum in Ν 21 ἀγέλαις Μ om I | πο in ἀπολύουσι in ras I2)

    396
    ὡς οἷόν τε ἐλευθερίαν φέρουσι. καί πού τι καὶ ῥᾳ- θυμήσας οἰκέτης ἔδοξε μὲν ἀδικεῖν, πληγὴ δὲ οὐδαμοῦ, ἀλλὰ κἂν ἔργον φυγὼν προσκαθίζηται κύβοις, ἡ πρὸς τὰς ἡμέρας αἰδὼς ἐξῃτήσατο τὸν ἄνθρωπον.

    καὶ δὴ καὶ δίκας ἀνέβαλον καὶ γραφὰς καὶ τιμωρίας κλεί- σασαι δικαστηρίοις μὲν θύρας, κατηγόροις δὲ τὰ στό- ματα. ἡδονῆς τι καὶ ἐπ’ αὐτά μοι δοκοῦσι τὰ δεσμω- τήρια πέμπειν. καί ποτε τὸν ἐπ’ αὐτοῖς τεταγμένον [*](R 259) ἠρόμην, εἴ | τι καὶ ἐκεῖσε τῆς ἑορτῆς ἔρχεται. ὁ δὲ ἔφησέ τε ἰέναι καὶ δεικνύναι τὴν ἑορτὴν κἀν τοῖς δεσμώταις τὴν ἑαυτῆς δύναμιν νέφους τε ἀφαιροῦσαν τοῦ κατὰ τῶν προσώπων καί τινα αὐτῶν καὶ μειδιᾶσαι πείθουσαν.

    ἔπεισε δὲ καὶ πατέρα θανάτῳ παιδὸς κείμενον αὑτόν τε ἐσθίοντα τροφήν τε δυσχεραίνοντα διαλλαγῆναί τε πρὸς αὐτὴν ἀποθέσθαι τε τὴν ἀχλὺν λῆξαί τε αὐχμῶντα καὶ ἐλθεῖν ἐπὶ λουτρά, καὶ ἃ μη- δεὶς τῶν δεινοτάτων πείθειν ἐδυνήθη λέγων, ταῦτα ἐδυνήθη τῆς ἑορτῆς ἡ ῥώμη.

    διήλλαξε δὲ καὶ πολίτη πολίτην καὶ ξένῳ ξένον καὶ παῖδα παιδὶ καὶ γυναῖκα γυναικὶ τά τε ἐν ταῖς συγγενείαις διεστηκότα [*](2 cf. 1. 1. 1055, 24 3 cf. 1. 1. 1055, 18 14 Arist. Vesp. 286) [*](1 ὡς inser C p 3 σ in προσκαθίζηται inser Ι2 προσκαθέζηται BM All 5 ἀνεβάλοντο ΒΜ ΑΙΙ 6 δικα- στηρίου Β ΑΙΙ 7 δοκοῦσι inser I2 12 αὐτὸν | 13 δὲ inser P3 om VaN | καὶ om Μ | θανάτῳ om Β (inser ΑΙΙ e Va) 14 αὐτὸν AI et ex αὑτὸν corr P3M2 Re | μὴ ante lineam qua ἐσθίοντα incipit inser A et Re, quod delendum vidit αὑτὸν restituens Cobet Misc. 165 collato Arist. Vesp. 286 μηδ’ οὕτως σεαντὸν ἔσθιε, cui addas Lib. ep. 833 or. II 424, 4 R | ραίνο in δυσχεραίνοντα in ras Ρ4 17 λόγων Μ | ταῦτ’ ΒΜ ΑΙΙ 18 ἠδυνήθη Re | δὲ Re τε libri All 19 πολίτην πολίτῃ BM All 20 ἐν corr e τἐκ cum rasura unius vel duarum litterarum I2)

    397
    συνέστησε τῶν εἰς διαλλαγὰς ἀγόντων τοῦτο μόνον λεγόντων, τὴν ἑορτήν, τῶν ἄλλων σφίσι τῶν πρότερον καταπεφρονημένων.

    15. Μέγα δὲ αὐτῆς καὶ τόδε· διδάσκαλος ἀνθρώ- ποις γίνεται τοῦ μὴ σφόδρα ἔχεσθαι χρυσίου, προΐεσθαι δὲ καὶ εἰς ἄλλων ἐντιθέναι δεξιάς. παιδεύεται δὲ ταύ- την τὴν παιδείαν ὑπ’ αὐτῆς καὶ βασιλεὺς ὑπακούων μὲν τῆς νυκτὸς ἀλεκτρυόσιν ἐγείρουσι, τοὺς θησαυροὺς δὲ αὑτῷ ποιῶν ἐλάττους ταῖς δόσεσι, τῇ χειρὶ κοσμῶν τὸ διδόμενον, αὐτουργῶν, ἀλλ’ οὐ κελεύων.

    16. Τί δέ; τοῖς διδασκάλοις οὐ φίλη; φιλτάτη μὲν οὖν καὶ οὐχ ἦττόν γε ἢ τὸ θέρος τοῖς σπείρασι. χρυσᾶ γέ τοι μῆλα παρέχει τρυγᾶν ἐπαινεῖν τε σφῶν αὐτῶν τοὺς περιττοὺς πόνους, ὡς οὐ τηνάλλως ἀνηλωμένους, ὅταν ἐφ’ ὅτῳ ἐγίγνοντο, ἤδη παρῇ καὶ βάθρον δέχηται τὸν καρπόν.

    κοινὸν δὲ ἄρα τὸ τῆς ἐντεῦθεν σύνης | τῷ τε λαβόντι τῷ τε δόντι. ἔστι γὰρ δὴ [*](R 260) καταθέντι τοὺς μισθοὺς δικαιοσύνης δόξα καὶ ἅμα παρακέκληκε τὸν εἰληφότα καὶ πεποίηκε βελτίονα. οὕτω καὶ περὶ κτῆσιν παιδείας ἥδε ἂν λυσιτελοίη.

    18. Κόσμος δὲ αὐτῇ καὶ τὸ τῶν ὑπάτων ὄνομά τε καὶ σχῆμα καὶ ἔργον· ὧν τοὺς μὲν ἀφίησι, τοὺς δὲ [*](11 cf. 1. 1. 1055,6 21 cf. Ovid. 1. 1. 81) [*](2 πρότερον scripsi ex CAPIVaN προτέρων ΒΜ edd 4 αὐτοῖς ΒΜ 5 γίγνεται Re 9 αὐτῶ A VaNIBM All | δόσεσιν CA 10 δίκαιον Μ 11 δαὶ M et cum rasura duarum litterarum (τε, ut videtur) A 14 περ in in ras Α2 | τηνάλως ΑΙ 16 ἄρα] καὶ Sintenis num ἄρα καὶ ? 17 διδόντι τῶ τε λαβόντι ΒΜ All | δόντι scripsi auctore Sinteni διδόντι libri edd 20 ἂν παιδείας ἥδε ΒΜ ἂν παι- δείας ἥδε ἂν All)

    398
    [*](†) ἀντικαθίστησι. διὰ τοὺς πορευσομένους. ἔπειτα ἧκε τὸ αὐτό, βωμοί τε θεῶν νῦν μὲν οὐ πάντα ἔχουσι τὰ πρόσθεν νόμου κεκωλυκότος, πρὸ δέ γε τοῦ κωλύματος ἥδε ἡ νουμηνία πολὺ μὲν πῦρ, πολὺ δὲ αἷμα, πολλὴν δὲ ἐποίει κνίσσαν ἀπὸ παντὸς χ·ωρίου πρὸς τὸν οὐρα- νὸν ἀνιοῦσαν, ὥστε καὶ τοῖς θεοῖς εἶναι λαμπρὰν ἐν τῇ ἑορτῇ τὴν δαῖτα.

    [*](5 II. α 317. cf. or Ι p. 140, 16.)[*](1 Locum reliqui ut est in libris corruptelae signo apposito. Nonnulla excidisse ,,de processione novi consulis et turba ante “ putavit Re. Equidem potius verba διὰ τοὺς — 2 αὐτό ut e scholio corrupta delenda censeo, id quod visum est etiam Sinteni πορευσομένους in nota marginali librarii Christiani e πονηρευομένους corruptum dicenti | ἧκεν αὐτὸς coni Re 2 τε] δὲ ? | ἑ in ἔχουσι in ras Ρ5 5 κνίσαν C κνίσσην All 6 ἀπιοῦσαν ΒΜ All 7 δαῖταν Β)