Oratio 5

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

καὶ τί δεῖ τὰ ἑτέρων λέγειν; ἀλλ’ ἥδε ἡ πόλις ἡ πολλὴ Σκυθῶν ἂν ἐγεγόνει καὶ ἀνήρ- παστο κατὰ τὴν πάλαι στρατείαν, εἰ μὴ ἥδε τὸν ἀδελ- φὸν παραλαβοῦσα τοξεύουσα φεύγοντας | ἔδειξε Φλέ- [*](R 236) γρᾶς ἤδη ταύτας ἔχοντας· στρατὸς δὲ ἡμῖν ὁ νος τοὺς ἐπιόντας οὐκ ἦν, οἱ δὲ ἃ τῶν βαλλομένων ἦν, βοῶντες ἀπῄεσαν, οἱ Σκύθαι, δύο τοξότας οὐ φέ- ροντες.

42. Καὶ τὸ ἱερὸν δὲ τουτὶ τὸ μέγα, τὸ πρὸς ἕω, τὸ ἐν τῷ προαστείῳ, γυναικός ἐστι τῆς Καμβύσου δαπάνη, μισθὸς ὀφθαλμῶν αὐτῇ παρὰ τῆς θεοῦ σεσω- σμένων.