Oratio 5
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
ἡ δὲ αὐτὴ καὶ φιλάνθρωπος καὶ φιλέλλην. ἦλθεν οὖν ὡς Ἕλληνας ἀφεῖσα Σκύθας. καὶ τὰ ἀπὸ Σελήνης δὲ ἀγαθά, τά τε εἰς φυτὰ τά τε εἰς ἀνθρώπους, Ἀρτέμιδος δόσις, καὶ τὴν τῆς Ἑκάτης δὲ ἀρχήν, τοὺς δαίμονας τοὺς πολλούς, Ἀρτέμιδος ἀρχὴν νομιστέον· Ἄρτεμις γὰρ δὴ καὶ ἐκεῖναι.
34. Ἐπισταμένη δὲ εὖ ποιεῖν ἀνθρώπους ἡ θεὸς ἐπίσταται καὶ κολάζειν ἀνθρώπους, τὰ τοῦ πατρός, οἶμαι, ποιοῦσα, παρ’ οὗ καὶ πλοῦτος καὶ κεραυνοί, τὸ μὲν τοῖς δικαίοις, τοῖς δὲ οὐ τοιούτοις τὸ πῦρ.