Oratio 5

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ἐπεὶ καὶ ὅσα πώποτε ἢ οὐ διέφυγε τὸν κλύδωνα ἢ ἧκεν εἰς φῶς ἀνάπηρα, ὥστε αὐτοῖς γενέσθαι τὸ μὴ τεθνάναι ζημίαν, ταῦτα ἄνευ τῆς θεοῦ τῆσδε τὴν ὁδὸν ἐκείνην τὰ μὲν οὐδὲ ἦλθε, [*](14) τὰ δὲ οὐ καλῶς. οὕτω πάντη τὸ τὴν γῆν ἐσχηκός τε [*](R 232) γένος ἀνθρώπων | καὶ ἔχον καὶ ἕξον ἐν ἡλικίαις ἁπάσαις παρὰ τῆς Ἀρτέμιδος δέδοται τῇ γῇ, τό τε ὂν τό τε οὐκ ὂν τό τε ἐσόμενον.