Oratio 5
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
εἰ γοῦν τοῖς μὲν εἶεν τῶν μαχομένων τοξόται, τοῖς δὲ μή, τάχιστ’ ἂν ἀναλωθείη τὸ ὁπλιτικὸν ὑπὸ τῶν τοξευμάτων, πρὶν συμπεσεῖν, καὶ ἀπίοιεν ἂν καθαροὶ τραυμάτων νενικηκότες οὗτοι δὴ οἱ τοξόται, καὶ πολιορκῶν δὲ τοξότης κατενέγκαι ἄν τὸν ἐπὶ τείχους πολ- λάκις, καὶ ἀπὸ τοῦ τείχους δ’ ἂν τὸν τειχομαχοῦντα ῥᾳ- δίως ὁ πολιορκούμενος. ὁπλίτου δὲ πόσον ἂν ἐνταῦθα εἵη τὸ ἔργον.