Oratio 5
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
τὶς γὰρ ἂν ἤνεγκεν ὁμοθυμαδὸν ἐπιόντα τῶν θηρίων τὰ φῦλα, ὅπου γε καὶ ἢν ἔν τι τούτων δὴ τῶν ἐν τοῖς ζωυδείοις τεταλαιπωρημένων ὑπερβὰν τὸ ἑρκίον θέῃ διὰ πόλεως, βλέμματι μόνῳ ταράττει τε καὶ ἐκπλήττει καὶ ποιεῖ σκοπεῖν ἡ ἄν τις σωθείη, θύραι τε κλείονται καὶ βοὴ πρὸς ἀλλήλους καὶ θόρυβος, ὅσος ἂν ἐκ πολεμίων εἰσπεσόντων γένοιτο;