Oratio 3

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

οἵους ἐγώ τε καὶ πολλοὶ πολλαχοῦ γῆς ἑωράκαμεν τοὺς μὲν τῶν ἴσων ἀξιοῦντας τούτους τε καὶ τοὺς γονεῖς, τοὺς δὲ καὶ μειζόνων τούτους γε, καὶ ταῦτα <οὐκ> ἀγνοοῦντας τοὺς πατέρας τῷ τε τομένῳ χαίροντας καὶ ταῦτα ἐν τοῖς σώμασι τῶν υἱέων ὁρῶντας τεκμήρια τῶν ὑπὲρ ἐκείνων πολέμων, οὐλὰς ἐν κεφαλαῖς, οὐλὰς ἐν προσώποις, οὐλὰς ἐν χερσίν, οὐλὰς πολλαχοῦ. καὶ τουτὶ τὸ φίλτρον τὸ πολύ τε καὶ σφοδρὸν τοῖς οὕτω διατεθεῖσι καὶ συγκατεγήρασε.

τίνα τίς ὑμῶν ὑπὲρ ἐμοῦ τοιαύτην εἰπεῖν ἂν ἔχοι λειτουργίαν; ποίαν μάχην; ποῖον κίνδυνον; ποίαν πληγὴν; μᾶλλον δὲ ποῖον ῥῆμα; ποίαν φωνήν; ποίαν ἀπειλήν; ποῖον βλέμμα;