Oratio 3
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
268
[*](R 196)Οὔθ’ ὑμᾶς ἄν τις αἰτιάσαιτο τὸν εἰωθότα ἀπαι- τοῦντας λόγον, ὦ δόξης ἐπιθυμοῦντες ὑμεῖς, ἐμοί τε τὴν σιωπὴν ἔχειν ἡγοῦμαι λόγον· ὂν ἀκούσαντες συγ- γνώσεσθε μὲν ἐμοί, κατὰ δὲ τῶν παρεσχηκότων τὴν ἀνάγκην οὐκ ἄδηλον ὅτι καλέσετε τῶν θεῶν οἶς ἐστὶ μάλιστα κεχαρισμένον καὶ ποιεῖσθαι λόγους καὶ λἐγε- σθαι.
θαυμάζω δέ, εἰ μὴ πρὸς ὑμᾶς αὐτοὺς ἐλο- γίσασθε, τί τὸ κεκινηκὸς τουτονὶ τὸν νόμον, καὶ πά- λιν, εἰ μὴ λογισάμενοι τοῦτ’ αὐτὸ κατείδετε, καὶ πάλιν, εἰ μὴ κατιδόντες ἀντὶ τοῦ τὴν ἡσυχίαν ἄγειν ἢ μά- χεσθαί γε τοῖς τούτων αἰτίοις ἐτολμήσατε λόγου μνη- μονεῦσαι πρὸς ἐμέ.