Oratio 2

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

239

Ὡς δὲ βαρύς, ὡς δὲ ἐπαχθής, εἴρηταί τισι περὶ ἡμῶν. ὁ δ’ ἀπαγγέλλων Ἀνδρόμαχος ἦν ὀμνύς, ἐπιστεύετο δ’ ἂν καὶ οὐκ ὀμνύων καλός τε ὢν κἀγα- θὸς καὶ ἡμῖν ἑταῖρος καὶ οὐχ ἡδέως τὰ τοιαῦτα ἀκού- σας· οὕτω πλεῖστον ἀπεῖχε τοῦ | τὰ οὐκ εἰρημένα πλά- [*](R 172) σᾶι ἄν ποτε κατ’ ἐμοῦ. προκαλοῦμαι τοίνυν αὐτοὺς εἰς ἔλεγχον καὶ ἀξιῶ δεῖξαι τοῖς εἰρημένοις ἀληθείας τι μετόν· ἀλλ’ οὐχ ἕξουσι.

  • Α = codex Augustanus (Monacensis gr. 483)
  • C = codex Chisianus
  • Ρ = codex Palatinus 282
  • Β = codex Barberinus
  • Μ = codex Marcianus 437
  • V = Vindobonensis
  • U = Urbinas 126
  • Ι = Marcianus (olim S. Ioannis et Pauli) XCI 2
  • Mo = Monacensis 101
  • Fabr = editio Fabriciana
  • Re = Reiskius
  • [*](4 καὶ δείκνυμι καὶ δεικνύω V)[*](4 ἀγγέλλων Α 7 ἀπεῖχεν, sed ν erasum A | τὰ] τ cum rasura unius litterae U | οὐκ om U inser Ι2 10 τί ABVI Μο | μετόν corr in μεστόν C s με τὸν Μο μεστὸν Fabr quod corr Toupius, Emend. in Suidam et Hesych. t. IV 177)
    240

    2. Καὶ πρῶτον μὲν ἐκεῖνο θαυμάσαι τις ἂν δικαίως, πῶς εἰς τὸν παρελθόντα χρόνον οὕτως ὄντα μακρὸν οὐκ ἦλθε ταυτὶ τὰ ἐγκλήματα. ἕτερα μὲν γὰρ εἴρηται πολλὰ ψευδῆ μὲν καὶ αὐτὰ καὶ παρὰ ἀνθρώ- πων ἐχθρῶν, οἷς αἰσχύνεσθαί τε ὕστερον συνέβη καὶ μόνον οὐκ εἰς γόνυ κατενεχθεῖσιν ἱκετεύειν συγγνώμην ἔχειν αὐτοῖς μωράνασι, καὶ ἔσχον, τουτὶ δὲ νῦν εἰσῆλ- θεν ἀναμεῖναν ἕβδομον καὶ ἑξηκοστὸν ἔτος.

    οὐ γὰρ δὴ ἔστιν εἰπεῖν, ὡς λεγόμενον ἐλάνθανεν, ὥσπερ οὐδὲ τἄλλα. τῆς τε γὰρ τῶν λεγόντων ἀσελγείας ἦν μὴ κρύπτειν, εὖνοί τε ἡμῖν πολλοί, παρ’ ὧν ἂν ἐπυνθα- [*](R 173) νομὴν.

    | τὶ οὖν; χρὴ νομίζειν, ὅτι νεώτερος μὲν ὤν ἠπιστάμην σωφρονεῖν, προιούσης δὲ τῆς ἡλικίας διεφθάρην; ἀλλὰ τοὐναντίον εἰκὸς ἦν, λῆξαί με νῦν, εἰ καὶ πρότερον ἐπαχθὴς ἦν. δεινὸς γὰρ παιδεύειν καὶ ἐπανορθοῦν ὁ χρόνος.

    ἀλλ’, οἶμαι, τοιοῦτόν ἐστιν· ἅπαντα τἄλλα διεξεληλυθότες, καθ’ ἕκαστον αὐτῶν ἐρυ- θριάσαντες, ἐπειδὴ σιγᾶν οὐ δύνανται, φροντίσαντες οὐδέν, εἰ μηδὲν ἐροῦσι πιθανόν, ἐπὶ τοῦτο ἐξηνέχθη- σὰν, ὅπως αὐτοῖς φεύγουσι τὰς ἐμὰς συνουσίας εἴη λόγος.

    6. Βαρὺς ἐγώ; τί οὖν ἔστιν ἀκούειν τῶν ἐπὶ τῶν ἐργαστηρίων, ὁπότε παρίοιμι, λεγόντων; οὐχ ὁ μέ- [*](1 θαυμάσαι Α in marg αὐτοὺς ἔροιτο CAV et in marg P3 et Μο Re | τίς ΡΜο 4 παρ’ ΒΜΙΜο edd 6 μόνον ουκ eraso acuto et spiritu leni Α μονονοὺκ CB 7 ὢ in μωράνασι in ras Ρ2 9 ἐλάνθανεν ἄν Monnier 10 τἆλλα C et m. rec. in τἆλλα corr A 11 ante πολλοὶ duae litterae (sine dubio quae in Vat. 82, οἱ) erasae inI 12 τί — 13 ἠπιστάμην Μο2 in marg | τί οὖν χρὴ libri Fabr corr Re 14 με Μο in marg et m. rec. corr e μὲν Α et P2 in ras μὲν VMo 17 καὶ ante καθ. V et Fabr καθέκαστον V)

    241
    τριος; οὐχ ὁ κοινός; οὐχ ὁ καὶ τὰς τῶν πενεστά- των προσρήσεις προσρήσεις ἀμειβόμενος τοῖς ἴσοις; ἔστιν οὖν ὅστις ἂν ἐκείνοις αὑτὸν ἴσον ἐν οἷς ἔξεστι ποιῶν τῶν ἐν τέλει καὶ δυνατῶν κρείττων ἂν ἀξιώσειεν εἶναι; οἳ φιλοῦσι μέν μου καὶ ὀφθαλμοὺς καὶ κεφαλὴν καὶ χεῖρας, εἰ καὶ μὴ σφόδρα φιλοῦσιν αὐτόν, ἔχοντες δ’ οὐδὲν ἔλαττον ἀπέρχονται.

    ποῦ τοίνυν ὁ βαρύς; ἐν τοῖς πρὸς τοὺς ἄρχοντας; ἀλλ’ ἴσασιν ἅπαντες, οἷ τε εἰσιὼν καθιζάνω παρὸν ἔς τι κάλλιον, καὶ μεθ’ ὧν ἀπαντῶ καὶ προπέμπω, καὶ τίνων ἀποσχιζόμενος, ὧν ἑλκόντων με παρ’ | ἑαυτοὺς πολλάκις οὐδὲν μᾶλλον [*](R 174) ὑπακούσας φαίνομαι.

    καὶ τί ταῦτα λέγω, λέγειν ἔχων τὸ γραμματεῖον ἐκεῖνο, ὃ διεωσάμην, ὅπως μὴ σεμνότερος γεγενῆσθαι δόξαιμι; καίτοι γε ὑπῆρχε λα- βόντι δεινὰ πάσχειν λέγειν οὐχὶ βαδιζόντων παρ’ ἐμὲ τῶν τὰς ἀρχὰς ἐχόντων καὶ θορύβου γε ἐμπιπλάναι τὰς τῶν ἀρχόντων καταγωγάς, ὁπότε παρ’ αὐτοὺς ἐρ- χοίμην. ἀλλ’ οὐδέτερον ἐβουλήθην οὐδέ γε ἡγησάμην μέγα οὐδὲ ταῖς διὰ τὸν τρόπον μου τιμαῖς | ἠξίωσα [*](R 175) προσθεῖναι τὰς ἀπ’ ἐκείνων τῶν γραμμάτων.

    ἠθέ- λησεν Ἀρχέλαος ὁ γέρων ἐλθεῖν ὡς ἐμέ, διεκώλυσα· Δομνίκος μετ’ ἐκεῖνον, καὶ τοῦτο ἐκώλυσα προαισθό- [*](13 Cf. Eun. vit. p. 7, 23 sq. cum nota 21 Ι 161, 5 sq.) [*](5 μ in μου in ras I2 οὐ cum rasura unius litterae ante o U που ΒΜΜο Fabr 7 signum interrogationis posui auc- tore Cobet Mnem. V 103 (= Coll. crit. 99) 8 ἅπαντες om U, inser Ι2 | οἰός Fabr 9 παρ’ ὧν A (posteriore manu aliquid de ω rasum est) CPBMV et in marg Μο παρὼν Fabr ἔς τι] ἐστι CAPBMV εἴς UIMo Fabr 10 ἀπαντῶ Ι | ὧν om Fabr ὡι U ὡς Ι 12 πάντα CAPV et in marg Μο 13 διεωσάμην e διεσωσάμην corr CAP2I2 διεσωσάμην Μο in marg 22 Δομνῖνος Fabr)

    242
    μένος. ἦλθεν Ἀρχέλαος ὁ ἀδελφιδοῦς Ἀρχελάου λαθών γε καὶ ἐλύπησεν ἐλθὼν καὶ τοῦτ’ ἤκουσεν αὐτὸ καὶ εἶξε. Σαπῶραι δὲ καὶ Ἰούλιοι καὶ Βίκτωρες ἀρρω- στοῦντος οὐκ ἔχοντος φυγεῖν ἧκον, ἐγὼ δὲ εἰς γῆν ὑπ’ αἰσχύνης ἔβλεπον, ἔργῳ δῆλον ποιῶν, ὅτι τῇ τιμῇ βαρυνοίμην.

    10. Ἀλλὰ βαρύς εἰμι τοῦ γένους μεμνημένος. ἐμοὶ δὲ ὑπῆρχε μὲν πλὴν ὀλίγων κομιδῆ λέγειν πρὸς ἅπαντας, ὡς ἕνεκα γένους οὐδ᾿ ἀντιβλέπειν ἔχοιεν ἂν πρὸς ἐμέ, εἶπον δὲ οὐδεπώποτε οὐδὲ ἐπήρθην ταῖς εἰκόσιν αὐτῶν οὐδὲ ταῖς λειτουργίαις, ἀλλ’ ἀρκεῖν ἡγησάμην τὸ ταῦτα ἡμῖν συνειδέναι τὴν πόλιν, τοῖς δ’ ἄλλοις ὡς οὐδὲν φαυλοτέροις εἰς γένους λόγον ὁμιλῶν τελῶ.

    πάππου δὲ καὶ ἐπιπάππου μνησθῆναι μὲν ὁμολογῶ καί πολλάκις, μνησθῆναι δὲ οὐκ ἐπὶ τούτοις, ἀλλ’ ὅτι τῷ μὲν καὶ μαντικὴ γένοιτο τέχνη πρὸς ἐτἐ- ροις ἀγαθοῖς, παρ’ ἦς προμάθοι τὸ βιαίως αὐτῷ τοὺς [*](R 176) υἱεῖς ἀποθανεῖσθαι | τοὺς καλούς, θατέρου δὲ τὴν περὶ τοὺς παῖδας ἐπιμέλειαν πολλάκις διηγούμην· δι’ ἣν ἦλθε μὲν εἰς Ἀπάμειαν αὐτός, ἤγαγε δὲ πολ- λοῖς χρήμασι σοφιστοῦ σθένος, ἀπέφηνε δὲ θαυμαστοὺς [*](9 cf. p. 80, 10 sq. 16 cf. p. 81, 4 sq.) [*](2 αὐτὸς Μο (sed in marg αὐτὸ) edd | καὶ in marg Μο ω num ἤκουσε καὶ αὐτὸς? 3 Σαππῶραι Re βίκτορες Α num Βίκτορες? | ος in ἀρρωστοῦντος Ρ5 in ras 4 εῖ in φυγεῖν in ras I2 7 μεμνημένος; Re 8 μὲν om U inser I2 | κο- μιδῆι AC 10 οὐδὲ πώποτε libri edd | οὐδὲ] δὲ Β 11 ι alte- rum in λειτουργίαις ex ει corr I2 14 ἐπιπάππου γράφει Λιβάνιος lex. Vindob. s. ν. p. 57, 3 15 καὶ om Re 16 τέχνη om U 17 η in ἧς in ras Ρ2 18 υἱεῖς] ὡς εἰς Μο 21 σοφι- στῶν σμῆνος MSchmidt Philol. Χ 409 at cf. 86, 12)

    243
    οὓς ἐγέννησε, τοὺς τῆς ἐμῆς μητρὸς ἀδελφούς. καὶ ταῦτα διεξῄειν οὐ ψιλῆς χάριν εὐφημίας, ἀλλ’ ὅπως πατὴρ τις ἀκούσας ζηλώσειεν.

    12. Ἐν τοίνυν τῇ νεότητι διεφύγομεν ἃ μὴ πάνυ ῥᾴδιον, καὶ τούτου μάρτυρες πρὸς τοῖς πάντα ἐπιστα- μένοις θεοῖς εἰσί μοι τῶν ἡλικιωτῶν οἱ ζῶντες ἔτι, νῦν μὲν σαπροί, τότε δὲ ἠνθοῦμεν. ἠνώχλησα οὖν ἐγὼ τῇ μνήμη τῆς σωφροσύνης; εἶπον ἄξιος εἶναι διὰ τοῦτο τιμῶν; ἢ οὓς ἐξῆν μάρτυρας καλεῖν, ἐκάλεσα;

    εἰ δὲ μὴ τοῦτο, τῶν περὶ τοὺς λόγους ἐμνημόνευσα πόνων ἢ τῶν ἐνταῦθα ἢ τῶν ἑτέρωθι; ἢ ὡς ἀγόμενος Ἀθήνησιν ὑπὸ τῆς ἀρχῆς ἐπὶ τὸν θρόνον ἔφυγον; των οὐκ οὔσης ἀνάγκης ἐμνημόνευσα, λαμπρύνων λως ἐμαυτόν; οὐκ ἔστι, παρακλήσεως δὲ εἵνεκα τοῖς νέοις πολλάκις· ᾧ τοὔνομα τοῦτο ὁ βαρὺς ἥκιστα ἂν προσήκοι.

    14. Ἀλλὰ τοὺς παρ’ ἑτέρων λόγους ὄντας ἢ σπουδαίους ἢ οὐ τοιούτους ἐκβάλλω ταῖς εἰς ἐμαυτὸν εὐφημίαις· ἐγὼ τὸν δεῖνα σοφιστὴν ἐνί- [*](12 or. Ι § 24 sq.) [*](14 ἕνεκα καὶ εἵνεκα Πλατῶν, Δημοσθένης καὶ οἱ ἄλλοι, Θουκυδίδης δὲ ἀεὶ ἕνεκα Β2 (= Thom. Μ. s. ν. ἕνεκα p. 151, 4). 19 λέγων δηλονότι V) [*](2 διεξῄει Μο 4 διέφυγον μὲν Cobet Mnem. V 103 (Coll. crit. 99) 8 ἄξιοσ 1, sed σ in ras ἄξιον BMU | διατοῦτο ΒΜΙ Μο 9 καλεῖν μάρτυρας V 10 τῶν] rasura duarum lit- terarum U | ημο in ἐμνημόνευσα in ras I2 12 Ἀθήνησεν Re | τούτων Ι sed acutus et ω in ras m2 14 ἕνεκα Fabr 15 πολλάκις τοῖς νέοις V | ᾧ] ὥστε? | ἥκιστ’ V 17 ἑτέρους U | ους οι σπουδαίοις Μο 18 τοιούτους Μο 19 post εὐφημίαις signum interrogationis delevi cum Gasda)

    244
    κησα καὶ τὸν δεῖνα ἐπεστόμισα καὶ τὸν δεῖνα κατέβαλον καὶ τὸν δεῖνα κατεπάλαισα καὶ τὸν δεῖνα φεύγειν ἠνάγκασα καὶ τοὺς ἐν Αἰγύπτῳ τοὺς πολλοὺς καὶ τοὺς Ἀθήνησι τοὺς τρεῖς εἰς φόβον κατέστησα, καλούμενος ὑπὸ τῆς ἐν ἑκα- τέρᾳ βουλῆς;

    οὐχ ἑτέρων ταῦτα ἀπαγγελλόντων μεμαθήκατε; εἰ δ’ οὐκ ἀπήγγελλον, ἠγνοεῖτ’ ἂν ἕνεκά γ ἐμοῦ τὰς νίκας. ἐπεὶ καὶ περὶ τῶν εἰκόνων καὶ ὧν ὑπὲρ [*](9) αὐτῶν ἔγνωσαν οὐ μικραί τινες οὐδὲ ὀλίγαι πόλεις, οὔπω [*](R 177) μὲν | ἀκηκόατε, πεύσεσθε δ’ ἴσως, οὐ μὴν ἐμοῦ γε γοντος.

    καίτοι τοιούτου γε οἷονπερ οἵδε φασὶν ἀνθρώπου τί ποτ’ ἦν; πάντα τόπον καὶ καιρὸν ἐμπι- πλάναι τῶν τοιούτων ῥημάτων καὶ ἡμέρας γε ἑκάστης, τοτὲ πρὸ μεσημβρίας, τοτὲ μετ’ ἐκείνην.

    17. Καὶ μὴν καὶ ὅστις γε εὖ ποιήσας πολλάκις μνημονεύει τῆς χάριτος, βαρύς, εἴπερ ἐγγὺς μὲν τοῦτο τοῦ ὀνειδίζειν, λυπηρὸν δὲ ἐκεῖνο. σκοπῶμεν τοίνυν, εἰ μὴ εὖ πεποίηκα τὴν ἐμαυτοῦ, δεσμὸν μὲν ἰσχυρὸν ἀπορρήξας, ᾧ με κατέδησε βασιλέως ψῆφος οὗ πάντες [*](4 cf. or. Ι § 25 19 cf. p. 120, 5; 132, 5 sq.) [*](11 οὐ καλῶς ἔχει V) [*](1 ἀπεστόμισα Μο | κατέβαλλον UI 3 τῇ Διονύσου? i. e. Nicaea cf. p. 107, 8 5 κατέστησαν eraso ν Μο 6 ταῦτ’ V | ἐλλὸν ἐπαγγελλόντων Μο 7 ἀπήγγειλον Μο | γέ μου A et in γε ἐμοῦ corr P2 10 δὲ Re 11 τοιούτου scripsi τοῦτο libri Fabr τοῦ Re | οἶδε V 12 loco vocis ἀνθρώπου rasura quattuor litterarum in U | ἐμπιπλάναι in marg, ἐμπιμπλάναι in textu Μο 13 τοῖον in τοιούτων in ras P3 | γε om U inser Ι2 14 τοτὲ scripsi bis cum ι τὸ τὲ U τό τε reliqui libri edd | ρο in πρὸ in ras P3 15 μὴν καὶ om U καὶ in ras I2 16 βαρύς Fabr Re βαρὺ libri 19 οὗ] οὐ Μο ὃν Ι Fabr)

    245
    ἴστε, δραμὼν δὲ ὡς ὑμᾶς οὐκ ἀκίνδυνον δρόμον δρό- μον], ἐναντίον τῇ τοῦ βασιλέως ἐπιθυμίᾳ, ἐπίδοσιν δὲ λαμπρὰν τοῖς λόγοις ἐνεργασάμενος. ταύτην οὖν προ- φέρων τῇ πόλει τὴν εὐεργεσίαν οὐδοτιοῦν | ἀνῆκα; [*](R 178) καὶ τίς οὕτως ἀναιδής, ὅστις εἰπεῖν τολμήσειεν ἄν;

    Ἀλλ᾿ ἡ βάδισις φορτική. ποία, πλὴν εἰ τὴν παρὰ τοῦ νοσήματος λέγοι τις; ἀλλὰ τὸ βλέμμα, ἀλλ’ αἱ ὀφρύες, ἀλλ᾿ ἡ φωνή. οὐ τὸν ἐπίχαρίν με καλεῖν εἰώθατε; ταῦτ’ οὖν οἷόν τε τὰ ὀνόματα συνελθεῖν, ὥστε τὸν αὐτὸν τοῦτό τε καὶ βαρὺν ἐν δίκῃ καλεῖσθαι;

    εἰσὶ τοίνυν τινές, οἳ τῷ τὸν γέλωτα καθάπαξ φυ- γεῖν ταύτην ἠνέγκαντο τὴν προσηγορίαν. πότ’ οὖν ἢ διεκώλυσα γελῶντας ἢ νέφος ἐπήγαγον εὐφροσύνῃ; ποσάκις δὲ αὐτὸς ἡγεμὼν ἐγενόμην γέλωτος ἐν οἷς ἐξῆν; ἐπεὶ σπουδῆς γε καὶ προνοίας πραγμάτων ἐπι- στρεφούσης πρὸς ἑαυτὴν πονηρὸν ἂν ἦν γελᾶν τε αὐτὸν καὶ γελᾶν ἑτέρους ποιεῖν.

    τοσοῦτον δὲ ἀπέχω ταύτης τῆς αἰτίας, ὥστ’ οὐδὲ πρὸς τοὺς φοιτῶντας τοιοῦτος γεγένημαι, ἀλλ’ ἡδονήν τινα τὴν ἀπὸ τῆς ἡμερότητος καταμιγνύω τῷ πράγματι, δι’ ἣν οὐδὲν δέο- μαὶ πληγῶν ἑκόντων ἅπαντα ποιούντων, ἑτέρους δὲ ἴσμεν μυρίας ῥάβδους ἀνηλωκότας, οἳ οὔτε τοσοῦτον ἐδυνήθησαν οὔτ’ ἐκλήθησαν ὃ νῦν ἐγώ.

    [*](1 εἰς ἡμᾶς Μ | δρόμον alterum cancelllavi 3 ἐνεργασά- μενον Μο 4 οὐδ’ ὅτι οὖν acuto supra ὁ et spiritu leni supra υ eraso Α οὐδ’ ὅτι οῦν C οὐδ’ ὁτιοῦν PBMUI | signum inter- αἱ ύες regationis om Re 6 εἰ] ἢ Μο 7 ἀπὸ Re 8 ἡ ὀφρὺς Μο ἡ ὀφρὺς UI ὀφρὺς Fabr 10 τοῦτον Fabr 11 τῷ inser I2 15 ἐπὶ Mo | γε in ras I3 ante ε una littera erasa in U δὲ Μο | πραγμάτων προνοίας ΒΜ 18 ὥστε ΒΜ | τοὺς om UI 22 τοσοῦτο edd 23 οὔτε Μο)
    246

    21. Τί δ’; ἐν ταῖς ἀρρωστίαις ἔστιν εἰπεῖν, ὡς τοὺς μὲν ἄλλους δι᾿ ἑκάστης ἡμέρας ἠξίουν παρ’ ἐμὲ βαδί- ζειν, τοὺς δὲ καὶ νυκτός, ἐνίους δὲ μηδ’ ἀπαλλάττε- σθαι τῆς κλίνης, αὐτὸς δὲ ταύτην ἐλλείπων τὴν φορὰν εἰκός τι ποιεῖν ἐνόμιζον; τοῖς μὲν τὰρ πρέπειν τὴν λειτουργίαν, ἐμαυτῷ δὲ τὴν περὶ ταῦτα ἀτέλειαν.

    καὶ μὴν πάλαι μὲν ἑωρώμην θέων ἐπὶ τὰς θύρας [*](R 179) τῶν ἀσθενούντων καὶ κλίμακας, | νῦν δὲ φερόμενος, τὰ μὲν ἵππῳ, τὰ δὲ χερσὶν οἰκετῶν. καίτοι τίς οὐκ ἂν ἱκανὴν ἔχειν ἀπολογίαν ἡγησάμενος τό τ’ ἐν τοῖς ποσὶ κακὸν τό τε γῆρας ταύτης αὑτὸν ἀφῆκε τῆς τα- λαιπωρίας; ἀλλ’ οὔτε τοῖς οὐκ ἐπισκεψαμένοις με κά- μνοντα τοῦτο πώποτε ἐμεμψάμην αὐτός τε καὶ παρὰ δύναμιν πολλάκις ἧκον ἐπισκεψόμενος.

    23. Τί λοιπόν; ἐν ταῖς ἐπιδείξεσιν εἰμὶ βαρύς, τὸν μὲν ἀεὶ γιγνόμενον κρότον, κἂν ᾖ πολύς, ὡς ἐλάττω τοῦ δέοντος αἰτιώμενος, ταῖς δ’ εἰωθυίαις φωναῖς προσ- τιθέναι καινὰς ἀξιῶν, τὰς δὲ εὐφημίας, ὥσπερ λίθι- νος, δεχόμενος καὶ οὔτε ὀφθαλμοῖς οὔτε χειρὶ τοὺς ἐπαινέτας οὔτε μειδιάματι τιμῶν;

    ἐγὼ δὲ αὐτοὺς οἶδα καὶ ῥήμασιν ἐπισχών, δεόμενος μὴ οὕτω λίαν κόπτειν αὑτοὺς μηδ᾿ ἐν οἷς ἐμὲ κοσμοῦσι ταλαιπωρεῖν. ἃ δ’ ἠγανάκτησα πολλάκις ὑπὲρ Πλάτωνος καὶ Δημο- [*](22 Dem. prooem. 29 p. 1439, 18 et 37 p. 1446, 15) [*](1 post δ’ signum interrogationis inser Re 3 μηδὲ ΒΜ 4 ἐλλείπων in marg, ἐκλιπὼν in textu Μο prius ε in ἐλ- λείπων in ras P2 | 5 εἰκὸς τί Μο 6 ἐμαυτῶ τῶ δὲ Μο 7 μὴ Μο | acutus et ην in ἑωρώμην in ras P3 | τρέχων ΒΜ 8 φέρομαι? 9 καίτοι] καὶ ΒΜ 10 ἔχειν ἱκανὴν ΒΜ 12 οὐκ inser Fabr μὴ inser I2 13 ὑπὲρ? 15 εἰμὶ] εἰ μὴ Μο 16 γινόμενον BMUV | ὡς om U inser I2 18 δ᾿ Re 21 οὔτε Μο 22 αὐτοὺς BMV | μηδὲ ΒΜ)

    247
    σθένους, ὁπότε ἀδικοῖντο ὑπὸ τοῦ θεάτρου, τά πολὺ διεστηκότα συναγόντων ταῖς βοαῖς, οἶμαι πάντας εἰδέ- ναι, καὶ γὰρ δὴ καὶ προλόγῳ ταῦτα ἔπαυσα, μᾶλλον δὲ ἐβουλήθην μέν, ἔτι δὲ ταὐτὸν ἔστιν οὗ | τολ- [*](R 180) μάται.

    25. Αὐτὸ τοίνυν τὸ πλῆθος τῶν ἐπιδείξεων, ἐπειδή τινας ᾐσθόμην δυσχεραίνοντας, ᾤμην δέ γε αὐτοῖς ὁ ἠλίθιος χαρίζεσθαι τῇ πυκνότητι, κατέλυσα καὶ ὅ πρό- τερον ἐν πλείοσι, ταῦτ’ ἐν τοῖς φοιτῶσι δεικνύω. οὕτω πάνυ δέδοικα <καὶ> τὸ δοκεῖν εἶναι βαρύς.

    26. Νὴ Δί’, ἀλλὰ τούτων μὲν οὐδὲν οὐδεὶς αἰτιᾶ- ται, ἐκεῖνο δὲ τὸ τὰ πάλαι μὲν ὄντα ποθεῖν τε καὶ ἐπαινεῖν, τῶν παρόντων δὲ κατηγορεῖν, καὶ τότε μὲν φάσκειν εὐδαίμονας εἶναι τὰς πόλεις, νυνὶ δὲ δυστυ- χεῖν, καὶ τοῦτον ἀεί τε καὶ πανταχοῦ καὶ καθ’ ἡμέραν λέγεσθαί μοι τὸν λόγον.

    εἰσὶ δὲ οἱ ταῦτα μεμφό- μενοι καὶ οἱ τοῖς λόγοις ἀνιώμενοι τούτοις, οἶς τὰ παρόντα συνήνεγκεν· οἷς δ’ ἐλυμήνατο, τῶν ἐπαινούν- των. γεγόνασι δὲ οὗτοι μὲν ἐξ ἐνδόξων ἄδοξοι καὶ ἐξ εὐπόρων ἄποροι, ἐκεῖνοι δὲ τοὐναντίον ἐν δόξῃ καὶ πλούτῳ καὶ δυνάμει, ὧν τοσοῦτον ἀπεῖχον ταῖς ἐλπί- σιν, ὅσονπερ τοῦ πτήσεσθαι.

    οὐκοῦν τοῖς μὲν εὖ [*](22 ἤτοι πετάσειν V) [*](4 δὲ om U inser Ι2 | οὗ supra ὃ P3 γρ οὗ supra ὃ Μ ὃ VUIMo Monnier γρ ὃ in marg Α 8 τῇ πυκνότητι om U inser Ι2 9 ταῦτ’] ταῦτα νῦν Ι (νῦν tamen inser m2) et Fabr 10 καὶ inserui e V 11 οὐδεὶς οὐδὲν V οὐδὲν om Μο inser I2 οὐδ᾿ cum rasura duarum litterarum U | οὐδεὶς om U 14 νῦν Μο 15 τε om BMV | καὶ καθ’ ἡμέραν om ΒΜ καὶ om UI Fabr καθ᾿ ἡμέραν e καθἠμεραν corr Mo2, post λέγεσθαί μοι Fabr καθημέραν AV 17 οἱ del? 18 οἷς] εἰς Μο | ἐλυμήναντο Μο 19 δ’ Re 20 ἐν δόξῃ] ἔνδοξοι U 22 ὅσονπερ] ὅσονπερ καὶ Fabr ὅσον πῶς Mo)

    248
    πράττουσι παρὰ τὴν ἀξίαν ἀηδής εἰμι καὶ βαρὺς ταῦτα [*](R 181) λέγων, | τοῖς δ’ ἐξ εὐδαιμόνων κατενεχθεῖσι κεχα- ρισμένος, οἷα δὴ συναχθόμενός τε καὶ πεπληγμένος ταῖς ἐκείνων συμφοραῖς. διὰ τί οὖν, ὅταν με βαρὺν καλῶσιν, οὐ προσδιορίζουσι μικρόν τι προστιθέντες τὸ σφίσιν· οὐ γὰρ ἅπασί γε ἐγὼ βαρύς, ἀλλ’ οἷς τὰ κακὰ τῶν πολλῶν ἀγαθά. πᾶσι μὲν οὖν ὢν βαρὺς ᾐσχυνόμην ἂν τοῖς λεγομένοις, εἰ δὲ τοῖς οὕτως εὐτυ- χηκόσι, σεμνύνομαι·

    οὓς ἡδέως ἂν ἐροίμην, πό- τέρα με ψεύδεσθαί φασι τοῖς ἐπαίνοις τουτοισὶ καὶ τοῖς ψόγοις ἢ οὔ. εἰ μὲν γὰρ ψεύδεσθαι, δειξάτωσαν, ὡς οὐκ ἀμείνω ταῖς πόλεσι τὰ πρόσθεν· εἰ δ’ ἀληθεύ- ειν, τί χαλεπαίνουσι; τί δ’ οὐχὶ τὴν ἀλήθειαν βαρεῖαν καλοῦσιν, ἀλλὰ τὸν ἑπόμενον ἐκείνῃ βαρύν; οὐ γὰρ ὁ ἐμὸς λόγος τὰ πράγματα πεποίηκεν, ἀλλ’ ὑπὸ τῶν μάτων οἱ λόγοι τοιοῦτοι γεγένηνται.

    εἶπον, ὅτι πάλαι πολλαὶ θυσίαι καὶ μεστὰ τῶν θυόντων τὰ ἱερὰ καὶ θαλίαι καὶ αὐλοὶ καὶ ᾠδαὶ καὶ στέφανοι καὶ πλοῦ- τος ἐν ἑκάστῳ κοινή τις οὗτος τοῖς δεομένοις ἐπικου- ῥία. τί οὖν ἐψευσάμην; καὶ νῦν τοὺς νεὼς ἴδοι τις ἂν τοιούτους; μᾶλλον δέ, ἴδοι τις ἂν πενίαν ἑτέρωθι τοσαύτην;