Oratio 1
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
τοῦτ’ οὖν, ἕως ἀπεῖπον, ποιήσαν- τες αὖθις ἐπὶ τὸν λόγον μετέβαινον μακάριον ἐμέ τε καὶ σφᾶς αὐτοὺς ἀποφαίνοντες, ἐμὲ μὲν | ὡς τέχνῃ [*](R 64) λέγοντα, σφᾶς δὲ αὐτοὺς ὡς ἀρεταῖς πολιτῶν ἡδομέ- νους, καλῶς ἐλέγξαντες ἔργῳ μάταιον λόγον, ὡς οὐκ ἀνάγκη τοῖς ἀλλήλων ἀγαθοῖς φθονεῖν τοὺς κοινω- νοῦντας πατρίδος. οὐ φαιδροτέραν Ἀγαμέμνων ἡμέραν, ἐν ᾐ Τροίαν εἷλεν, ἢ ἐγὼ ταύτην, ἐν ᾐ ταῦτα ἃ διῆλθον ἔλαβον. οἵ γε καὶ ἐπὶ λουτρὸν ἰόντι συνη- κολούθουν θιγεῖν ἕκαστος ἐπιθυμοῦντες τοῦ σώματος.