Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ἡ Τύχη δὴ κἀνταῦθα ἐβοήθει πρός τε τὰ πολλα- χόθεν ἐρωτήματα, ἐν ἐργαστηρίοις δὲ τοῦτο ἦν γιγνό- μενον.) ἀπαντῶντι καὶ ἐπειδὴ δι’ ἀγῶνος αὐτοῖς ποτε ἔδει( τίς ποτε ἦν) φανῆναι· πρῶτον μὲν γὰρ ἐδεήθησαν [*](14) οὐδὲν τῶν σὺν θωπείᾳ συλλεξόντων ἕκαστον, ἀλλ’ [*](R 63) ἐξήρκει | γενέσθαι δῆλον, ὡς ἐροίην. ἔπειτα οὐκ ἀνα- μείναντες ἥλιον ἐνεπεπλήκεσαν τὸ βουλευτήριον, καὶ ἔδοξε τότε πρῶτον εἶναι οὐκ ἀποχρῶν, ὥστε ἐγὼ μὲν ἐπυνθανόμην, εἰ ἥκοι τις, ὁ παῖς δὲ ἔφη τινὰς καὶ αὐτοῦ κοιμηθῆναι.