Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ἐγὼ μὲν δὴ τὴν τῶν αἰχμαλώ- των ἐλυπούμην λύπην, οἱ πατρίδα καὶ ἐλευθερίαν ἀποβαλόντες ἔρχονται ἐν ἀλλοτρίᾳ δουλεύσοντες. καὶ ἐμὲ τοίνυν κατελάμβανε τὸ τῶν μὲν ἡδίστων τε καὶ λυσιτελεστάτων στέρεσθαι, εἰς δὲ τὰ ἀνιάσοντά τε καὶ ζημιώσοντα ἄγεσθαι· χρῆν γὰρ δὴ ἢ συμπίνειν τοῖς δυνατοῖς καὶ περὶ τραπέζας ἡμέρας τε καὶ νυκτὸς δια- τρίβειν τὸ πλέον ἢ ἐχθρόν τε κεκρίσθαι καὶ πολεμεῖ- σθαι. ταυτὶ δὲ ὡς ἐναντιώτατα τοῖς τῆς ψυχῆς ἀγαθοῖς, πᾶς ἄν μοι συμφήσαι μεθύσας τε αὐτὸς καὶ ἕτερον Ἰδῶν τοῦτο πάσχοντα.