Oratio 1
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
οἱ δὴ καὶ πόλεως γείτονος ἐξήλασαν ἄνθρωπον ὀλίγα μὲν εἰδότα, πολλὰ δὲ φάσκοντα, χρώμενον δὲ αὐτοῖς οἷς εἶχεν ἐπὶ τὸν δόντα, ἐφ’ ᾧ τις ἀλγήσας νεανίσκος τῶν μὲν ἠπατημένων τὴν ἀχλὺν ἀφεῖλε, τὸν δὲ ἐλέγχοις ἐξέβαλεν.
261. Ἐξεβέβλητο δὲ καὶ Σαβῖνος οὐ πόλεως τινος, [*](24 p. 169, 9 sq.) [*](2 τοῖς] τὰ L 3 λόγοις, ὧν scripsi ὁ λόγος ὢν ACPBV edd λόγων. ὧν L ὁ λόγους, ὧν coni Re | 3 et 4 ἐσπέρας in τῷ P3 9 λελουμένος voce desinit in Α fol 36, ab ἑσπέρας in- cipit fol 6 11 σ prius in εἱστήκεσαν in ras P2 | περιμένον- τας Β 13 τόδ’ VL 14 οὖν om L | διαμέσου Α 15 ἑ secundum in ἤρκεσεν in ras C s 16 ὁ om Ferr Mor | μὲν L 17 κατήντησε L 21 ι in ἐπὶ in ras P2 | τίς V 22 ἀνεῖλε L 24 δὲ scripsi e VLB δὴ ACP edd)
262. Ἀρχὴ πικρὰ τοῦ μεγίστην ἔχοντος τὴν γα- στέρα, δι’ ἀπάτης παρωξυμμένου. ἦν δὲ ἡ ἀπάτη, κυ- παρίττοις μὲν ἐν τῇ Δάφνῃ σίδηρον ἐπενεγκεῖν ἐγνώ- κει, τουτὶ δὲ εἰδὼς ἐγὼ τῷ τέμνοντι τελευτῆσον οὐκ εἰς ἀγαθόν, πρός τινα τῶν αὐτοῦ συμποτῶν ἔλεγον, ὡς οὐ παροξυντέον τὸν Ἀπόλλω διὰ τῶν κυπαρίττων, καὶ ταῦτα αὐτῷ τῆς οἰκίας ἀφ’ ὁμοίας πεπληγμένης αἰτίας, καὶ παρακαλέσειν δὲ ἔφην τὸν βασιλέα πρόνοιαν τῆς Δάφνης ἔχειν, μᾶλλον δὲ μείζω ποιῆσαι τὴν οὖσαν· εἶναι γὰρ δὴ καὶ νῦν.