Oratio 1
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
πάλιν τοίνυν βουλῆς κακῆς ὑπ’ ἀνθρώπῳ μεθύοντί τε καὶ ὀλέθρῳ θείσης τοὺς σιτοποιούς, ὅς ὁμοῦ μὲν ἔτυπτεν, ὁμοῦ δὲ ἔμελλε καὶ οὐ τούτους δὲ μόνον, ἀλλ’ ἔθνος ἅπαν, καὶ τρίτον ἐπῆν κακόν, τὸ γεγυμνωμένοις τοῖς | νώτοις ἄγεσθαι διὰ τοῦ ἄστεος. τούτοις ἐγὼ μὲν [*](R 141) ἤλγουν, ὁ δὲ ἔχαιρε καὶ κατ’ αὐτό γε τοῦτο τὸ ἀλγεῖν ἐμέ.