Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ὁ μὲν δὴ ἐπὶ τοῦ ζεύγους καθήμενος ἠρώτα παίων ἅμα, τῇ περὶ τίνα ἀνθρώπων δαπάνῃ τοιοῦτοι περὶ τὸν ἄρτον ἀναγκάζοιντο εἶναι. τῶν δὲ οὐδὲν εἰπεῖν ἐχόντων προβεβήκει μὲν ἐπὶ σῶμα ἕβδο- μον. οὐδὲν δὲ εἰδὼς ἐγὼ προσῄειν τὰ εἰωθότα πο- [*](R 131) ρευόμενος, κτύπου δὲ πληγῶν αἰσθόμενος | τῷ δήμῳ κεχαρισμένων, ὃς ἐκεχήνει πρός τε τὸ αἷμα καὶ τὰ νῶτα, θέαμα ἐπιστὰς εἶδον πικρόν τε καὶ τοῖς ἐμοῖς οὐκ ἀνεκτὸν ὄμμασιν, οὐ μὴν εἰς ἀναβολήν· ἀλλ’ εὐθὺς ταῖς ἐμαυτοῦ χερσὶ διατεμὼν τὸν ὄχλον σιγῇ μὲν μεμφόμενος μέχρι τοῦ τροχοῦ προσῄειν, ἐκεῖ δὲ λόγοι τε πολλοὶ καὶ οὐκέτι σιωπὴ τοῖν δυοῖν ἁπτο- μένου μόνοιν, ὡς οὔτε ἠδικήκασιν οἱ ἐν ταῖς πληγαῖς εἴ τε οὐ λήξει τὸ τῆς ὀργῆς, ὄψεταί τις ἡμέραν τὴν ἐπιοῦσαν, οἵαν οὐκ ἂν βούλοιτο.