Oratio 1
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
πᾶς δὴ μικροῦ λόγον ἐποίει, μία δὲ πᾶσιν ὑπόθεσις ὁ ἤπιος ἐκεῖνος. τὰ μὲν δὴ [*](R 118) τῶν ἄλλων ἐδέδεικτο, Ἀνδρόνικος δὲ ὁ | ποιητὴς λων ἀεὶ λέξειν εἰπὼν οὐδὲν ἀπῆλθεν. ἐμὲ δὲ ὁ καιρὸς εἰς τὸ μέσον ἐκάλει. καὶ ὁ μὲν εἷλκεν οὗ κατήγετο, τὸν λόγον, ἐν ὀλίγοις τοῖς ἀκροαταῖς φανούμενον, ἐγὼ δὲ τὸν ἄνδρα εἰς τὸ βουλευτήριον, ὡς πολυάνθρωπον. ὁμολογήσαντος δὲ γίγνεταί τι τὸ διακωλῦον, καὶ ὁ πόνος ἡμῖν, ὡς ἐδόκει, ζημία.