Oratio 1
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
ὑπῆρξε δέ μοι καὶ ἀμείψασθαι τὸν οὐχ ὑπαχθέντα ἄνθρωπον· παρὰ μὲν γὰρ τοῦ κρατοῦντος ἦν αὐτῷ τὸ ἐν ὑπάτοις εἶναι, παρ’ ἐμοῦ δὲ Ἀρχέλαος. καὶ ἐτιμώμην ἄλλοις τε οὐκ ὀλίγοις καὶ | δὴ καὶ ᾠήθη δεῖν ἐλθὼν ὡς ἐμὲ [*](R 110) προσειπεῖν πατὴρ γινόμενος τῆς τιμῆς, (οὐ γὰρ ἦν ὃν ἐμιμεῖτο,) ἀλλ’ ἐγὼ τοῦτο αἰσθανόμενος φθάσας ἐδεή- θην ἔν τι, προελέσθαι μεῖναι τὸν γέροντα, τὸν δὲ χρὴ νομίζειν ἀφῖχθαι.