Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ἀλλὰ καὶ τοῦτο μέντοι τὸ οὕτως ἀνιαρὸν βραδέως μέν, ὅμως δὲ ἰάσατο ἡ Τύχη. διετέλουν μὲν γὰρ πρὸς [*](R 101) τοὺς ἐπιτηδείους | γράφων αὐτὸ μετὰ λύπης, τῷ λόγῳ μέτρα τε διηγούμενος καὶ οἷον μὲν τὰ εἴσω, οἷον δὲ τὰ ἔξω καὶ ποῦ νῦν ἄρα καὶ ἐν τίνος χερσί. νέος δέ τις, πολίτης ἐμός, ἐωνημένος ἧκεν ἀναγνωσόμενος, καὶ [*](3 Soph. Ant. 317 10 Dem. Olynth. I § 15 p 13, 23) [*](1 et 2 μικρόν V 3 καὶ om L 4 ταὐτὸ Re num το- σοῦτο? 9 ἴσως ὅπερ L 10 τοῦτ’ L ταῦτα Mor Re 14 λευταῖος scripsi e VL ἕτερος ΑΡΒ edd om Β | πυρὰν scripsi cum Re Anim et Gasda coll. I 47, 2; 117, 6; 165, 7 R πῦρ libri edd 16 μὴ om L 20 δὲ scripsi e VL auctore Re δ’ inser B2 om ACP edd | γὰρ δεῖ πρὸς Β)

155
ὁ διδάσκαλος ἀνεβόησε τοῦτ’ ἐκεῖνο, τοῖς γνωρίσμα- σιν ἐλῶν, καὶ ἧκεν ἐρωτῶν, εἰ μὴ ἁμαρτάνοι δόξης. λαβὼν οὖν ἐγὼ καὶ ποιήσας, οἷα ἄν τις ἐπὶ παιδὶ τὸν ἴσον μὲν ἀφανισθέντι χρόνον, φανέντι δὲ οὐ προσδο- κηθέντι περιχαρὴς ἀπηλλαττόμην καὶ τότε εὐθὺς καὶ νῦν οἶδα τῇ θεῷ χάριν. γελάτω δὲ ὁ βουλόμενος, ὡς ὑπὲρ φαύλου μακρολογήσαντος, ἀδεὲς γὰρ δήπουθεν ἀπαιδεύτου γέλως.

151. Ἐφ’ ᾧ δ’ ἂν μάλιστα νομιζοίμην ἄθλιος, ἤδη φράσω. εἰ γὰρ αὖ πατὴρ ὅστις πολλοὺς μὲν παῖδας παρέδωκε μνήμασι, πολλαῖς δὲ κλίναις σώματα τούτων γε] φερούσαις ἠκολούθησεν, ἄθλιος, πῶς οὐχὶ | καὶ αὐτὸς ἂν ἐν δυστυχοῦσιν ἀριθμοίμην, οὐ πολλοὺς [*](R 102) μόνον, ἀλλὰ καὶ ἀγαθοὺς παῖδας τοὺς μὲν αὐτὸς θάψας, τοὺς δὲ ἐν σοροῖς ξένους νεανίσκους εἰς τὴν οἰκείαν ἀποπέμψας.