Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ἓν ἐνῆν ἐκείνοις μέτριον, ὅτι μήτε τοὺς λόγους μήτε τοὺς νέους ἐφεύγομεν· αὐτὸ γὰρ δὴ τοῦτο ἦν ἡ παραψυχὴ| [*](4) τὸ ὡς ἥδιστα περὶ ταῦτα πονεῖν οἴκοι τε ἐπὶ τῆς [*](R 96) κλίνης ἐπί τε τοῦ σκίμποδος ἐν τῷ διδασκαλείῳ· τὸ δὲ ἐφ’ ἑκάτερον κομισθῆναι παρακινδύνευσις, αἱ δὲ ἐπιδείξεις ἐκποδών, ἀηδὴς δὲ φίλος προσιών. ὥσπερ δὲ οἱ πελάγη διαβάλλειν μέλλοντες καλοῦσι Διοσκού- ρους, οὕτως ἡμῖν οἴκοθεν ἐξιοῦσιν ἐκαλοῦντο θεοὶ κωλυταὶ γενέσθαι τῶν ἐν ἐλπίσιν ἀσχημόνων.