Oratio 1
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
τῷ δὲ οὐδὲ ἄλλως οἷόν τ’ ἦν μὴ τὰ τοιαῦτα πά- σχειν, πατρὶ πολλῶν λόγων πρό τε δὴ τῆς ἀρχῆς καὶ ἐν αὐτῇ γεγενημένῳ· αἱ γὰρ ἀγρυπνίαι τοῦ βασιλέως ἡμῖν λόγους ἐποίουν ἤδη, καὶ μᾶλλον ἑτέρων ὑπὸ τῆς ἐν αὐτοῖς ὥρας οὐδὲν ὅ,τι οὐκ ἔδρα.
[*](1 φυλάττειν reposui e libris e Ferr διαφυλάττειν Ferr in marg Mor Re 5 ἔφασαν V 8 ταπρῶτα BV 9 τῷ μέλλοντι ἀναπηδᾶν inser Ferr in marg Re uncis inclusit Mor μέλλειν scripsi e libris | ἔπειτα] ἔτι δὲ? ἔπειτα alterum inserui e libris 10 δὴ scripsi auctore Re („aut μοι aut δὴ“) μὴ ACPBL edd om V | κατεῖχε ACPB edd | αὑτὸν om ACPB Ferr αὐτὸν Ferr in marg Mor uncis inclusit Re 13 ἀγροίκων? De Gre- gorio Naz. cogitat Wyttenb. 14 σεμνὴ ἡ β. C | ἄρα defen- dit Wyttenb (nimirum) κάρτα aut ἀραρότως“ Re num πάν- τα? 17 οὐδὲ om Β | τὰ om Β 18 ει in πάσχειν in ras C2 19 η αὐτῆι αὐτῆι corr ex ω Cf αὑτῷ Ferr ἀρχὴ Ferr in marg Mor 20 ἤδη] ᾖ δὴ Re Anim 21 ὅτι Β | ἱδρῶν coni Re)131. Τὸν δὴ ἐντεῦθεν μέχρι τῆς ἐπὶ Πέρσας ἐξόδου χρόνον τοῖς μὲν ἄλλοις ἄλλ’ ἄττα, πλέον δὲ ἐμοὶ παρ’ ἐκείνου τὸ φίλτρον, καὶ διετέλει δὴ λέγων, [*](4) ὅτι δώσω σοι δῶρον ἐξελαύνων, ὃ οὐκ ἂν ὥσπερ [*](R 89) τἄλλα φύγοις. δεδειπνηκότες | οὖν, ἐβιάσθην γὰρ παρ’ αὐτοῦ, ὦ ἄνθρωπε, φησίν, ὥρα σοι τὸ δῶρον δέχεσθαι. καὶ ἐγὼ μὲν οὐκ εἶχον, ὅ,τι αὖ τοῦτό ἐστιν, εἰκάσαι· ὁδὲ δοκεῖς μοι, φησίν, εἰς μὲν τορας κατὰ τοὺς λόγους τελεῖν, ἀπὸ δὲ τῶν ἔργων ἐν φιλοσόφοις γεγράφθαι. καὶ ἥσθην εἰπόντος, ὥσπερ ὁ Λυκοῦργος ἐπὶ τοῖς εἰς αὐτὸν παρὰ τοῦ θεοῦ· καὶ γὰρ ταῦτα ὑπὸ τοῦ θεοῖς συνοικοῦντος εἴρητο.