Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

αἱ δὲ συνουσίαι λόγους τε ἡμῖν τοὺς ὑπὲρ λόγων εἶχον καὶ ἐπαίνους τῶν εὖ πραττομένων ἐκείνῳ καὶ μέμψεις τῶν ὠλιγωρημένων, ᾔτουν δὲ οὐδὲν [*](11 Arist. Eth. Nic. V 8 15 Plat. Rep. I 328 C) [*](16 ἀντὶ τοῦ θάμιζε· τῶν Ἀττικῶν· καὶ Σοφοκλῆς· τότ’ ἤδη φάσκειν ἐμὲ μαντικῇ μηδὲν φρονεῖν· (= Oed. R. 461) καὶ συχνοὶ δὲ ῥήτορες V) [*](6 πρίσκιος Ferr | ὁ ἠπειρώτης L Ferr in marg Mor 7 πλη- μελεῖσθαι VL 10 διηπόρει τότε Mor τε] γε Β | ἔπιπεν Α Mor 12 αὑτὸν ex αὐτὸν corr Cn αὐτὸν ABL Ferr 14 ἤκουεν VL | μόνον δειπνοίην? | ἤκουεν VL 15 κωλύει V | δὲ CP 16 ἄλλῃ vel ἄλλοτε? | λ in καλοῦντος in ras Β2 11 τε om Β 19 ω in λόγων corr m. rec. (p) ex ο et denuo m. poster. (n) corr in o C 20 μέμψιν V)

143
οὐ τῶν ἐν θησαυροῖς, οὐκ οἰκίαν, οὐ γῆν, οὐκ ἀρχάς, καὶ τὸ τοῦ Ἀριστοφάνους λόγος ἦν οὐκ ἐῶν κακὸν | τὸν οὐ τοιοῦτον δοκεῖν, καὶ τοῦτο ἐδίδου τὴν ἀρχὴν, [*](R 84) ἐγὼ δὲ οὐδ’ ἀπολαβεῖν ἠξίουν ὄντων μοι παππῴων οὐ μικρῶν ἐν τοῖς ἐκείνου κτήμασιν. ὁρῶν δὴ κέρδος τε ἅπαν ὑπ’ ἐμοῦ καταπεπατημένον ζητοῦντά τε οὐδὲν ἕτερον ἢ ὅπως ἐκεῖνος ἀποκρύψει τὰ ὑμνούμενα, τοὺς μὲν ἄλλους ἔφασκε τὸν αὑτοῦ πλοῦτον φιλεῖν, ἐμὲ δὲ αὐτόν, καὶ μηδ’ ἂν τὴν τεκοῦσαν αὐτὸν ὑπερβαλέσθαι τὸ φίλτρον τὸ παρ’ ἐμοῦ.