Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ἀπεχομένου δέ μου καὶ μετὰ τὴν δέλτον οὐδὲν ἦττον τοῦ τε κήπου καὶ τῶν ἐν τῷ κήπῳ [*](R 83) δρωμένων | καὶ ἀπημελῆσθαι δοκοῦντος καὶ οὔτε ἀθυμοῦντος ἐπισταμένου τε, ὅστις ἦν ὁ τὴν φιλίαν διορύξας, Πρίσκος, Ἠπειρώτης ἀνὴρ ὅτι πλείστοις ἐπὶ σοφίᾳ συγγεγονὼς ἀνδράσι, πλημμελεῖσθαι ταῦτα ἡγη- σάμενος τῷ βασιλεῖ παύει τὴν ἁμαρτίαν· οἵοις μὲν λόγοις, οὐκ οἶδα, καλοῦμαι δὲ πληθούσης ἀγορᾶς, καὶ διηπορεῖτό τε καὶ εἰς γῆν ἔκυπτεν ὁ κεκληκὼς κατηγορῶν οἷς ἔπασχεν ὧν ἐδεδράκει.