Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

τέρατος δὲ εἶναι τοῦ πράγματος δοκοῦντος χελώ- νης ἵππου τάχει χρωμένης μηνύει τις τοῦ λόγου τὴν πρᾶσιν, καὶ ὁ τὸ χρυσίον ἔχων ὡς εἶδε τὰς μάστιγας, ὁμολογεῖ τε καὶ ἱκετεύει συγγνώμην ἔχειν αὑτῷ μεγά- λῆς ἡττηθέντι τιμῆς. ὡς οὖν μὴ ὀλίγοι ταῦτα εἰδεῖεν, [*](R 79) ἄγω τὸν | πρατῆρα τοῦ λόγου παρὰ τὸν Νικέντιον, οὗ ἦν ἡ ἀρχὴ Σύρων, καὶ ὁ ἄνθρωπος καίτοι μένης ζημίας ὅμως ὁμολογεῖ ταῦτα καὶ ἀθῷος ἀπῆλθεν οὐδὲν ἐμοῦ προσδεηθέντος δίκην λαβεῖν.