Oratio 1
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
οὕτω μὲν ὁ [*](4) Πάτροκλος πληγῇ τῆς ψυχῆς ἀπολωλέκει τὰ ὅπλα, τὸν [*](R 73) δὲ ἀπόντα μὲν καλοῦντα, παρόντα δὲ | ἀπωθοῦντα φεύγειν μὲν ἠνάγκαζεν οὐδέν, νόσος δὲ καταβαλοῦσα μακρὰ τῶν νέων ἀφίστη, καὶ δυοῖν ἐβιάζετο κακοῖν, πυρετῷ τε καὶ λύπῃ πυνθανόμενος ἱδρῦσθαι με ἐν τῷ βουλευτηρίῳ τοσοῦτόν τε εἶναι τὸ ποίμνιον, ὥστε μὴ οἷόν τε εἶναι, πρὶν ἥλιον δῦναι, διὰ πάντων ἰέναι.