Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

αὐτὸς ἂν πρὸς ἄλλον εἴποις καὶ ταῦτα καὶ πλείω· τὸν γὰρ ναύτην οἶδέ που ὁ κυβερνήτης καὶ τοὺς χο- ρευτὰς ὁ κορυφαῖος. τοῦτον οὖν τὸν τοιοῦτον χορευτὴν οἶδα ὅτι δι’ ἐπιμελείας ποιήσῃ χάριν τε διδοὺς τοῖς χρηστοῖς, ἅπασι γὰρ τοῦδε μέλει, καὶ διδάσκων τοὺς ἀρχομένους, ὅτι ὅστις ἀρετὴν διώκει, πρότερος παρὰ σοὶ τῶν ἐκείνην οὐκ ἀγαπών- [*](1 τοῦτ’ S Vind 2 δῆτ᾿ S Vind 3 ἢ ante δι’ S Vi | δι’ inc Va 4 αὐτοῦ libri edd 6 „sententia flagitat τοὺς ἑαυτοῦ κατὰ μόνον τοῦτο εὐπεποιηκώς“ Re 7 γὰρ om S Vi | VS Vi Vind 8 ἄλλου του scripsi cum Mosquensi 459 ἄλλου V S Vi Vind ἄλλους Va Vo edd „aut ἄλλου leg. aut ἄλλον του“ Re | ἔγνων Vind 9 πῶς οὐκ ὀξὺ Vo sed del m 2 πῶς VS sed in hoc γρ οὐκ ὀξύ πως δὲ λογίσασθαι in marg ὀξύ πως ἐστὶ Vind ἡσύχιόν πως ὀξύ coni Re 12 „παντὸς aut potius παντων“ Re 13 δεινὸς ante ἄρχοντα S 14 εἰδώς inberui coll p. 99,18 om libri edd 15 φυλάττων Vi 16 ἄλλον Va sed ν in ις corr m 6 18 τοιοῦτον om Vind | οἶδ᾿ V Vind οἶδεν S 19 διδοὺς τοῖς χρηστοῖς, ἅπασι γὰρ e VS sed in hoc in marg σαυτῶ διδούς ἅπασι γὰρ τοῖς χρηστοῖς, Vi διδοὺς· ἅπασι γὰρ τοῖς χρηστοῖς Va Vo sed in hoc πᾶσιν post διδοὺς inser m 4, Vind pr διδοὺς πᾶσιν. ἅπασι γὰρ τοῖς χρηστοῖς Wolf)

96
τῶν.

ἐγὼ δὲ ἔργῳ μὲν οὐκ ἀμείψομαί σου τὴν χάριν, οὐ γὰρ ἐν ἔργοις τά γε ἐμά, λέγων δὲ ἃ δεῖ περὶ τῶν σῶν ἔργων οὔποτε παύσομαι. ἐρῶ δέ, ὡς ἀξία γε τῶν τε πόνων ἐκείνων καὶ τῶν λόγων ἡ τύχη ἐκ μὲν μουσείων ἐπὶ τὸ βουλεύειν ἐλθὼν ἐκράτεις καὶ ἐδείκνυς τὸν ῥήτορα, ἐκ δὲ τοῦ βουλεύειν ἐπὶ τὸ ἄρχειν ἥκεις καὶ πάρεδρος ἡ Δίκη.