Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
καὶ τοῦ χρόνου τὸ μῆκος οὐκ ἤμβλυνε τὸ φίλτρον, ἀλλ’ οἴκοι τε αὐτὸν ᾄδουσι κοινῇ καὶ τοῖς δεῦρο ἰοῦσιν ὥσπερ τις θεὸς ὁρᾶται Φρύξ τε ἅπας ὡς ἡμᾶς ἥκων ἡδέως ἂν ἀγείρας εἰς τὸ θέατρον τὴν πόλιν τὰ τοῦδε πρὸς αὐτοὺς διέλθοι. διὸ καὶ τοῦτον πρόθυμον ἔτι καὶ νῦν εἰς αὑ- τοὺς ἔχουσι βοηθοῦντά σφισιν ὅσα ἔξεστιν ἀπὸ τοῦ παρόντος σχήματος.
ἡ τοίνυν παροῦσα βοήθεια γράμματά ἐστι πολλὰ δεόμενα σοῦ Θευδιανὸν τοῦτον ἐπιεικῆ τε νομίζειν καὶ ἄξιον εὖ πράττειν. τούτων δὲ τῶν γραμμάτων τὰ μὲν αὐτοῦ τοῦ φίλου Φρύγων τε καὶ σοῦ, τὰ δ’ ἡμῶν αὐτοῦ κελεύοντος, οὐχ ὡς οὐ πείσοντος ἄνευ ἡμῶν, ἀλλ᾿ ἐρωτικόν τι πέπονθε πάν- τας συμπνεῖν ἐθέλων ὑπὲρ τῶν αὑτοῦ παιδικῶν.
ταυτὶ δέ σοι τὸ κέρδος, εἰ μηδὲν πλέον ὧν τότ’ ἂν ἔδωκας νῦν διδοὺς πολιοῖς ἀνθ’ ἑνὸς καταθήσῃ τὴν χάριν.
φκε'.
Διοφάντῳ. (362)
Ἐπράχθη σοι ὧν ἐδέου, καὶ χρῶ τῇ τε γνώμῃ σαυτοῦ καὶ τοῖς τοῦ πάππου χρήμασιν ἐν τῇ τοῦ πάππου πόλει. ταῦτα [*](17 VII β΄, ρξβ'. Va ζ΄, ρνβ΄ Vo (ζ΄), ρνβ᾿ . Μο) [*](2 Seeck 189 II 8 cf. ep. 701 16 Eur. Or. 651 18 Seeck 123 III. 394) [*](1 γε scripsi aactore Re τε libri Wolf 4 ἄγουσι Mo 6 ἐγείρας Vi 7 τοῦτο ἕτι καὶ ὗν πρόθυμον εἰς Vi 7 sq. αὐ- τοὺς libri Wolf 8 βοηθοῦντα σφίσιν libri Wolf 14 συμπνεῖν om VaVoMo συμπονεῖν Vi | λέγειν post ἐθέλων Μο | αὐτοῦ libri Wolf 15 τὸ scripsi e VSVi τι Va Vo Mo | ἢ Re | ἂν om S 16 πολιὴν Vi | καταθήσει Va 19 καὶ χρῶ τῇ τε reposui e libris χρῶ δὲ τῇ Wolf 20 τῇ inserui e libria om Wolf)
ἢν οὖν τις ἐπιγράφῃ με τῳ τροποίῳ, μέμνησο τοῦ Μαραθῶνι τροπαίου καὶ τῶν μὴ συμμεμαχημένων μὲν Λακε- δαιμονίων, ἐγγεγραμμένων δέ οὕτω γὰρ ἥκιστα παρακρου- σθήσῃ.
φξς΄.
[*](W 676)Ἱερακίῳ. (362)
Τοιοῦτος ἦν ἐκ παιδὸς ὁ Διόφαντος· σώφρων, ἐπιεικής, ἐθελουργός, τοῖς βελτίστοις ἀρέσκων εἰ οὖν εἰς τὸ αἷμα τῆς ἀρετῆς τὸ πλέον ἔρχεται, σοὶ δεῖ τὴν χάριν ἔχειν κἀμὲ καὶ Διόφαντον τὰ σὰ καλὰ διὰ μέσης τῆς μητρὸς ἐδέξατο.
εἶναι μὲν οὖν αὐτὸν εἰς ἐμὲ χρηστὸν καὶ ἔσεσθαι πιστεύω· ποιείσθω μέντοι πρὸς ἐμὲ τὰς ἀμοιβὰς ἀπὸ τοῦ πειρᾶσθαι λέγειν, τῶν δ’ ἄλλων ἀφείσθω φροντίδων.