Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
οὔκουν ἀποστήσας σου τὴν ἐμαυτοῦ ψυχὴν ἐσίγων, ἀλλ’ ὅπως μηδενός σοι γενοίμην μήτ’ ἀηδοῦς αἴτιος μήτε κακοῦ, μέλλειν ἠξίουν.
ἐπεὶ δ’ οὖν ἐλαβόμην Μικκάλου, τοῦτο δέ ἐστιν ἐμαυτοῦ, γράφω λύων τε τὴν αἰτίαν καὶ ἀναμιμνήσκων σε τῶν πα- λαιῶν μαντευμάτων, ἐν οἶς προὔλεγον ὡς ἥξοι χρόνος ἀπαι- τῶν λόγους καὶ λύων ζώνας.
σοὶ δ’ ἐκείνων τε μὴ διαμαρ- τεῖν ὑπῆρξε κἀν τοῖς παροῦσιν ἔστι τις χώρα, βουλοίμην δ’ ἂν εἰδέναι, τίς σοι γνώμη καὶ τί σαυτῷ χρήσασθαι διανοῇ.
ψε΄.
Ἀπολιναρίῳ. (362)
Οὐδὲν οἶμαι δεῖν προοιμιάζεσθαι χάριν αἰτοῦντα παρὰ φίλου. οὐκοῦν εὐθύς, ὃ δεῖ σε ποιεῖν, ἐρῶ. Μέγιστος οὑτοσὶ πρότερον μὲν ἦν τῶν διακονούντων Χρυσηίδι, νῦν δὲ ταὐτὸ Βασσιανῇ πληροῖ, κἂν ἀφέλῃ τις αὐτόν, τὰ πράγματα ἔβλαψεν. [*](16 VII β΄, ργ΄. Va ζ΄, ϥα΄. Vo (ζ΄), ϥα΄. Μο. Αth) [*](3 11. β 468. Od. ι 51 10 cf. t. IV 400, 13 sq. ep. 99. Sievers 283, 2. Seeck 223 17 Seeck 79 III. 390 19 cf. ep. 626 21 cf. ad ep. 642) [*](1 ἐθελήσαιτε Ath 3 φίλων Μο Ath 9 μέλειν VoS 10 μικάλλου V 12 ἥξει Vo sed ε ex ο corr m3, Μο Wolf 14 κἂν MoAth καὖ Re | τίς VVo 15 χρῆσθαι Ath 17 ἀπο(??) Vo 18 περὶ Ath 19 ἐρῶν Vo Wolf sed corr Add 863 21 Βασσιανῆ scripsi ex Ath coll ep. 225. 230. 642 βασιανὴ V sed in ~ corr m5 βασιανῇ VaMo Wolf βασσιανὴ Vo | ἀφέλη- ταί Μο | τίς VaVo)
ἴστω τοίνυν ἰπὶ τοῖς πράγμασι· τοῦτο γὰρ ἐγὼ μὶν δίομαι, σὺ δὲ δοῦναι κύριος. πάντως δὲ ἀφθονία βουλευμάτων πάλαι μὲν ποθουμένη, νῦν δὲ ἥκουσα.
σὺ δή μοι τὸν Μέγιστον ἐκκλέψας ἄφες· εἰ δ’ Ἀρκαδία τοῦτο καὶ μέγα, μήτοι τὸν δεύ- τερον φύγῃς πλοῦν, ἀλλ’ ἐν τοῖς κομίζουσιν ἀπ’ Αἰγύπτου σῖτον τετάχθω, καί σοι χάριν εἰσόμεθα καὶ τοῦδε.
ὁπότερον δ’ ἂν δοῦναι γνῷς, ἐν γράμμασιν ὁμολόγει, καὶ πίστις τοῦ μέλλοντος ἐπιστολὴ γενέσθω.
ψς΄.
[*](W 618)Ἑορτίῳ. (362)
Ἔπεμψα τὸν ἀδελφὸν ἱκετεύσοντα τὸν παρ’ ὑμῖν ὑπὲρ ἐμοῦ θεόν. κοινώνησον δὴ τῆς ἱκειείας, εἶ τί σοι μέλει τοῦ ἐρρῶσθαί με.
ψζ΄.
[*](W 619)Σατορνίνῳ. (362)
Ἐν τῇ κεφαλῇ μοι κατοικεῖ πάθος ποιεῖ τὸ μὶν ζῆν βαρύ, τὴν δὲ τελευτὴν ἐν εὐχαῖς. τοῦτο τὰ μὲν τῶν ἰατρῶν ἐξήλεγξε φάρμακα, μόνῳ δ’ ἂν εἴξοι τῷ θεῷ.