Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Οἱ παῖδές σου τοὺς πόνους οὓς ὁρίζει τὸ θέρος ἐν τῇ Δάφνῃ διαντλοῦσιν ἡμῶν τοῦτο ἐφιέντων, ὅπως ᾖ τῷ πονεῖν παραμύθιον δένδρα καὶ ὕδατα καὶ αὖραι. ἢν οὖν τις αὐτοὺς διαβάλλῃ τῷ τόπῳ, συκοφάντης δοκείτω τῷ ἔργῳ.

τὴν δ’ [*](1 Vi γ΄, ρς΄. Va ε΄, λγ΄ γ΄, ρζ΄. Va ε΄, λδ΄ 12 12 VI γ΄, ρη΄. Va ε΄, λε΄ 16 VI γ΄, ρθ΄. Va ε΄, λς΄) [*](2 cf. ep. 899. Seeck 71. 820 4 Olympius cf. ep. 416 7 Seeck 138. 320 10 cf sd ep. 368 13 Seeck 228. 820 17 Seeck 136. 320 18 sq. Eur. Andr. 1217. [Plat.] Axioch. p. 366 D) [*](9 ἐκκαλέσωμαι V sed co ex ο corr m3 16 τἆλλα V 19 ἐφιέν- των scripsi e V ἐφέντων Va Wolf)

411
ἐφ’ ἑκατέρῳ γνώμην ἐμὴν ὁ φέρων σοι τὴν ἐπιστολὴν ἐρεῖ, δι᾿ ὃν εὐδαίμονα σέ τε ἡγοῦμαι καἰ τοὺς υἱεῖς. τῷ γὰρ ἀρίστῳ τῶν ἐπὶ γῆς Ὀλυμπίῳ τῆς σῆς οἰκίας μέλει.

υκ'.

[*](W 1184)

Συγκλητίῳ. (355)

Ζηνόβιος ἡμῖν διδάσκαλος καὶ πάντα ἦν. τούτῳ συγγε- νής ἐστι Βοηθός. τῷ δ’ αὖ Βοηθῷ τούτῳ παῖς ὁμώνυμος, ὃς τὸν διδάσκαλον ἡμῖν ἀγαπώμενος ὡς υἱὸς ἐθεράπευσεν ὡς οἰκέτης. ὅστις δὲ ἐκείνῳ τι καὶ μικρὸν ἐχαρίζετο, τοῦτον ἡμεῖς τίθεμεν εἰς τοὺς τὰ μέγιστα κεχαρισμένους ἡμῖν.

τὸν μὲν οὖν νεώτερον Βοηθὸν ἐνθάδε οἰκοῦντα ὅ τι ἔχομεν εὖ ποι- οῦμεν, τὸν δὲ πρεσβύτερον παρ’ ὑμῖν τε ὄντα καὶ διὰ τὴν τοῦ παιδὸς χρηστότητα δίκαιον εὖ παθεῖν ὄντα σύ τι ποίησον ἀγαθόν· ὡς τῆς ἐπὶ τῶν δικῶν ἀκριβείας οὐ χεῖρον τὸ τοὺς φιλοῦντας ἐκ τῶν δικαίων εὐφραίνειν.