Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ὅτι μὲν ἔμελλες ὡς ἥδιστα τὸν χρηστὸν ὄψεσθαι Παλ- λάδιον καὶ μηδὲν ἐμοῦ γράφοντος, εὖ ᾔδειν. τούς τε γὰρ νό- μους μεθ’ ὧν ἄρχεις καὶ τοὺς λόγους ἐν οἷς ζῇς παρ’ αὐτῷ ζητῶν εὑρήσεις.

ἀλλὰ ταῦτα μὲν καὶ παρ’ ἄλλοις, ἡ δέ γε τῶν ἠθῶν χάρις καἰ τὸ τῶν τρόπων ὁμιλητικὸν καὶ τὸ οἷς συγγένοιτο, τούτους εὐθὺς ἕλκειν καὶ τὸ ἀπούσης μὲν ἑορτῆς αὐτὸν ἑορτὴν εἶναι καὶ μόνον, παροῦσαν δὲ μείζω ποιεῖν, ταῦτα ἴσως μὲν οὐκ ἐν ἄλλῳ, πάντως δὲ οὐκ ἐν πολλοῖς.