Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
ἀλλ᾿ οὐδὲ νῦν γε ἐν τοῖς εἰωθόσιν ἐσμέν, εἰ καὶ δοκοῦμεν· τὸ γὰρ ὀδύρεσθαι καὶ στένειν οὐκ ἦν τῶν εἰωθότων, ἡμεῖς δὲ ἐν τούτοις. διαφέρει δὲ τοσοῦ- τον, ὅσον νῦν μὲν τοῖς φίλοις ὁμιλοῦντες τοῦτο ποιοῦμεν, τότε δὲ οὐδὲ ὁμιλεῖν ἐξῆν.
εἰ οὖν τι παρώφθη τῶν πρὸς σὲ καὶ οὐ προσειπὼν ἀπεδήμησα, τοῦ πνεύματος τοῦτο τίθει τοῦ τότε βιαζομένου πάντως. ἤδη δὲ καὶ πλωτῆρες ἄκραν ἱερὸν ἔχουσαν, οὗ θύειν εἰώθεσαν, παρέπλευσαν οὐκ ἀποβάν- τες κωλυούσης αἰγίδος.
πρὸς μὲν οὖν ἄλλον πολλῶν ἂν ἐδέησέ μοι λόγων δεικνύναι πειρωμένῳ καιροῦ δύναμιν, σὺ δὲ μυρία μὲν ἐν πλάσμασιν, οὐκ ὀλίγα δὲ ἐπ’ αὐτῆς τῆς ἀλη- [*](1 Vii α', ρξγ'. Va β', πς'. Vo β', πς'. S δ', λ'. Vi σπη'. W κ΄. Vind νδ΄.D ρλα) [*](2 Sievers 71 not. 49. Seeck 57. 368) [*](3 ὅθ᾿ S W Vind Wolf | ὑμῖν ἐπεδημοῦμεν coni Re 5 παραιρούμενος praemissis verbis παραιρεῖσθαι· τὸ πορασύ- ρειν ὡς καὶ Λιβάνιος citat Lacapenus epim. p. 34, 23 et 83,23 ed. Lindst. 4 καὶ κάλλιστα om Lacap 5 τιμία Lacap 83 | τῶν post τιμιώτατα Lacap 34 6 φόβων Va | εἰωθόσι Va sed των in σιν corr m4 7 ἐσμέν — 8 εἰωθότων om V Va Vo Vi D in marg inaer S 8 δὲ(1) om V Va Vo Vi D 10 οὐδ' Vi Wolf | τι inser V5 | προσὲ Vi 12 scripsi e VD βιαζομένου· πάντως Va Vo S Vi W Vind Wolf | πάντως W sed ς add m2 | ἤδη om W | δὲ inserui sed in hoc eras, S sed ante ἤδη, D om Vi W Vind Wolf | D 13 οὗ VaVo sed ex οὐ corr Va4 Vo3 | εἰώθεισαν W) [*](14 κωλυούσης τῆς καταιγίδος S 15 λόγων inserui e VD om Va Vo S Vi W Vind Wolf | σὺ — 16 πλάσμασιν om 16 δὲ(2)] δ’ Vind)
περὶ δὲ τοῦ νεανίσκου τοῦδε τοῦ σοῦ πολίτου τί ἄν σε παρακαλοίην; καὶ γὰρ ὧν ἐστι καὶ οἷός ἐστιν οἶσθα καὶ ταῦτα εἰδὼς οὐκ ἀνέξῃ πλείω παρ’ ἄλλου τὸν ἑταῖρον εὖ παθεῖν.