Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
ἀλλ’ Ἀνδρόνι- κος ἤγγειλεν, ὡς οὐκ ἔσται σοι διάδυσις, ἀλλ’ ἐν βελτίονι μὲν τῷ σχήματι. πάντως δὲ ἀνάγκην εἶναι διαπλεῦσαι τοῦ πόντου τὸ στόμα. τὸν γὰρ ἄνδρα ἐκείνου τὸν θεῖον, ᾧ σὺ τὸν υἱὸν ὁμώνυμον ἐποίησας τὸ τοῦ Κίμωνος μιμησάμενος, εἰπεῖν ἃ συνῄδει σοι πρὸς τὸν κρατοῦντα, τὸν δὲ καλεῖν. σὺ δὲ βου- [*](4 Vii α', ρη'. Va β', λα'. Vo β', λα'. S ε', ο'. Vi σπγ'. W ιβ΄. Vind μδ') [*](5 Sievers 222. 224. Seeck 44. 364. Silomon 36 6 II. γ 179) [*](8 Seeck 174 10 Salzmann 58 13 Seeck 73 17 Titia- num | Plut. Per. 29,3. Cim. 16,1) [*](1 τὰσ αὐτοῦ Va 2 „in ἄλλῳ videtur nomen aliquod mythi- cum latronis inesse guem Theseus aut Hercules aut alius ali- quis heros sustulit“ Re 5 τῶ ἀυτῶ W 6 μεθὼν Va | S W Vind | ἀμφοτέρων VaVo sed in hoc ἀμφότερον corr 7 τε Va Vo 8 μοι] μὲν V Va Vo 9 εἶχεν Va 10 τοῦ scripsi e Vo SVi W Vind τῆς V Va Wolf 11 ἔστενεν ex ἔστενον corr Vo3 ἔσταινων Va ἔμενον V Vi ἔλενεν S sed (??) ἔστενεν in marg 12 κατακλείσει Va καταλείπειν S W Vind 13 ὧν S sed ἐκεῖνα ἃ in marg | ἐχοήζομεν Va S Vi 14 ἤγγειλεν scripsi e V ἤγγελλεν Va Vo S Vind Wolf ἤγγελεν Vi ἤγγελκεν W sed γελκ in ras | σοι om SWVind)
ὁ δὲ ταῦτα ἀγγείλας καὶ Πρισκιανός. ὁ μὲν ἀνέγνω Τιτιανοῦ τοὺς λόγους, Πρισκιανὸς δέ, τότε γὰρ ἄσχολος ἦν, νῦν ἀπαιτεῖ, καὶ ἀποδώσομεν οὐκ ἀγνοήσαντες τὴν ἐπιστολὴν ἐν ᾗ διαλέγῃ τῷ παιδὶ περί τε φωνῆς τόνου καὶ τῶν ἐνταῦθα μεταβολῶν πνεύματός τε ἀναπαύλης καὶ τῶν ἄλλων, ὅσα βοηθεῖ λόγῳ.
ἅ μοι δοκεῖ μὴ μόνον τὸν νεανίσκον ἀμείνω καταστήσειν, ἀλλὰ καἰ ἐμὲ τὸν γέροντα, καθ’ οὗ τις ἤδη καὶ σκῶμμα ἀφῆ- κεν, ὡς εἴην ὑποκριτὴς μᾶλλον ἢ ῥήτωρ.
ρκη΄.
[*](W 128)Δημητρίῳ. (359/60)
Ὥσπερ οἷς ἔπεμψας χρῶμαι ξενίοις, οὕτω καὶ τῇ τῆς ἐπιστολῆς ἀρχῇ χρήσομαι. κοινὰ γὰρ ἔστω μοι μὴ μόνον τὰ τῆς σῆς ἀγορᾶς τε καὶ γῆς, ἀλλὰ καὶ τὰ τῆς διανοίας.