Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
ζῇ μὲν γὰρ διὰ τὴν Τύχην, ὅτε δὲ ἐπ’ αὐτὸν ἐφέροντο τῶν πληγῶν αἱ νιφάδες καὶ ᾔκιζον τοὺς ὤμους, αὐτῷ τε καὶ τοῖς ὁρῶσιν ἐλπὶς ἦν, ὡς αὐτίκα δεήσει κεῖσθαι. λαβὼν δὲ ἔννοιαν, καὶ γὰρ τῶν παιδείας μετ- ειληφότων ἁνὴρ, οἵαν δόξαν ἐφ’ οἴοις ὑπὲρ φίλων κινδύ- νοῖς ἐκτήσαντο τῶν παλαιοτάτων τινές, ῥήματι μὲν ψευδεῖ τὸν ἑταῖρον οὐκ ἀπώλεσε, τῇ δικαίᾳ δὲ ἀρνήσει τὸν μὲν ἐξ- [*](2 cf. ep. 374 5 Pind. Ol. III 1 12 Seeck 222) [*](1 αὐτῷ libri Wolf 2 ἔφην scripsi e V Vo S Vi ut coni Re ἔφη Va Wolf 4 τὶ Vi sed ι ex o corr m2 | ἡμερώτερος qui sine dubio etiam τίς scribi voluit | τίς Vo sed ς add) [*](5 post τυνδαρίδας lac 5 litt S 7 ὅδ’ V Vi | ἤκουσε Vo ε ex α corr m2 8 αὐτοῦ libri Wolf 11 τοῦ θεοῦ οὖ et εὐ- μενοῦς S | τυγχάνοις S τυγχάνεις Vi 12 ἕνεκα V 13 τε om S | ἀφ’ Vi 14 τῆ ante καρτερία Va 15 Vi | δ᾿ inserui e V Va Vo om S Vi Wolf 16 ζῆ V 17 ᾔκιζον scripsi διῴκιζον V διώκιζον VaVo διήκιζον S Vi „aut διῃκίζοντο leg. aut διηκόντιζον“ Re 18 αὐτώ Vi 20 ἁνήρ scripsi ἀνὴρ libri VVolf 21 ἐκτήσαντο Vi sed ν suprascr m2 | μὲν] Vi 22 τᾶ Va sed α corr m2)
καἰ νῦν ὅταν χαίρῃς Ὀβοδιανὸν θεώμενος, τὸν Δωρόθεον παραβαλεῖν ὡς παρ’ ἐκείνου τοῦτον ἔχων τοῦ τὰ τῶν φιλο- σόφων δείξαντος ἐν ἑτέρῳ βίῳ. τίς ἂν οὖν ἦν οὗτος φιλο- σοφῶν; καὶ γάρτοι τῆς πόλεως εὐεργέτης ᾄδεται. καὶ νῦν ὅτου ἂν οὗτος διὰ σοῦ τύχῃ, τετύχηκεν ἡ πόλις.
εἷχον μὲν ἕτερα μυρία λέγειν, ἐν οἷς ἐστι καὶ τὸ λόγων ἀκούειν τε ὡς ἥδιστα καἰ κριτὴν οὐ φαῦλον εἶναι, μικρὰ δὲ ἐπὶ μείζοσιν οὐκ ἂν βουλοίμην λέγειν, ἄλλως θ’ ὅτε σύ μοι περὶ ἐκείνων ἐπι- στελεῖς.