Fragmenta

Cassius Longinus

Cassius Longinus. Hephaestionis Enchiridion cum commentariis veteribus. Consbruch, Maxmilian, editor. Leipzig: Teubner. 1906

Ἀλλʼ εἴτε νέα τῶν μέτρων ἡ θεωρία εἴτε Μούσης εὕρημα παλαιᾶς ἑκάτερον ἕξει καλῶς. ἀρχαία ὲν γὰρ οὖσα ἐκ τῆς παλαιότητος ἕξει τὴν σεμνότητα, νέα δὲ οὖσα ποθεινοτέρα καθʼ Ὅμηρον (α 351)·

τὴν γὰρ ἀοιδὴν πάντες ἐπικλείουσʼ ἄνθρωποι, ἥτις ἀϊόντεσσι νεωτάτη ἀμφιπέληται.

Μέτρου δὲ πατὴρ ῥυθμὸς καὶ θεός· ἀπὸ ῥυθμοῦ ὰρ ἔσχε τὴν ἀρχήν, θεὸς δὲ τὸ μέτρον ἀνεφθέγξατο.

Τοῦ δὲ περὶ μέτρων λόγου πολλοὶ πολλαχῶς ἤρξαντο, οἱ μὲν ἀπὸ στοιχείων ὡς Φιλόξενος, οἱ δὲ ἀπὸ τοῦ μέτρων ὅρου ὡς Ἡλιόδωρος· ἡμεῖς δὲ ʼHφαιστίωνι κατακολουθήσομεν ἀπὸ συλλαβῆς ἀρξάμενοι. ρῶτον δὲ ὀλίγα προειπεῖν δίκαιον.

Κριτήριον μέτρου ἀκοή. ἔνιοι γοῦν οὕτως ὡρίσαντο· μέτρον ἐστὶ ποδῶν ἢ βάσεων σύνταξις αἰσθήσει τῇ διʼ ἀκοῆς παραλαμβανομένη. εἰ δὲ τὸ κρῖνόν ἐστιν ἀκοή, τὸ κοσμοῦν ἐστι φωνή. ὡς γὰρ τὸν ἦχον ῆς εὐρυθμίας ἐκτείνουσά τε καὶ συστέλλουσα ἡ φωνὴ σχηματίζει τὰς συλλαβάς, οὕτως εἰσδεξαμένη κρίνει ἡ ἀκοή. διὰ τοῦτο πολλὰ τῶν μέτρων συμβέβηκεν ἀποκρύπτεσθαι σιωπώμενα ἐν τῇ κατὰ πεζὸν ῥήσει· καὶ αὖ πάλιν πολλὰς συνεμπτώσεις ἔχει πρὸς λλα μέτρα. εὕροι γοῦν ἄν τις παρὰ Δημοσθένει τῷ ῥήτορι στίχον ἡρωϊκὸν κεκρυμμένον, ὃς ἠδυνήθη λαθεῖν διὰ τὸ πεζὴν οὖσαν τὴν προφορὰν συναρπάσαι τῷ λόγῳ τὴν ἀκοήν. φησὶ γοῦν (de cor. 143)

τὸν γὰρ ἐν Ἀμφίσσῃ πόλεμον, διʼ ὅν εἰς Ἐλάτειαν ἦλθε Φίλιππος.
στίχος ἐστὶν ἡρῷος· ἀλλὰ μὴν καὶ Ἰωνικόν, ὅταν λέγῃ (Ol. III 4)
πολλῶν δὲ λόγων καὶ θορύβου γιγνομένου παρʼ ὑμῖν.
τοῦτο γὰρ ἄντικρυς Ἰωνικόν ἐστιν ἀπὸ μείζονος ὅμοιον ῷ (Sapph. 76 = Heph. 36, 17)
εὐμορφοτέρα Μνασιδίκα τᾶς ἁπαλᾶς Γυρίννως.
τὰς δὲ τῶν μέτρων συνεμπτώσεις ἐν τοῖς ἑξῆς ἐπιδείξομεν.

Διαφέρει δὲ μέτρον ῥυθμοῦ. ὕλη μὲν γὰρ τοῖς μέτροις ἡ συλλαβὴ καὶ χωρὶς συλλαβῆς οὐκ ἂν γένοιτο μέτρον, ὁ δὲ ῥυθμὸς γίνεται μὲν καὶ ἐν συλλαβαῖς, γίνεται δὲ καὶ χωρὶς συλλαβῆς· καὶ γὰρ ἐν κρότῳ· ὅταν μὲν γὰρ τοὺς χαλκέας ἴδωμεν τὰς σφύρας καταφέροντας, ἅμα τινὰ καὶ ῥυθμὸν ἀκούομεν. καὶ ἵππων δὲ πορεία ῥυθμὸς ἐνομίσθη καὶ κίνησις δακτύλων καὶ μελῶν σχήματα καὶ χορδῶν κινήματα καὶ τῶν ὀρνίθων τὰ πτερυγίσματα. μέτρον δὲ οὐκ ἂν γένοιτο χωρὶς λέξεως ποιᾶς καὶ ποσῆς. Ἔτι τοίνυν διαφέρει ῥυθμοῦ ὸ μέτρον, ᾗ τὸ μὲν μέτρον πεπηγότας ἔχει τοὺς χρόνους, μακρόν τε καὶ βραχύν καὶ τὸν μεταξὺ τούτων τὸν κοινὸν καλούμενον, ὃς καὶ αὐτὸς πάντως μακρός ἐστιν ἢ βραχύς· ὁ δὲ ῥυθμὸς ὡς βούλεται ἕλκει τοὺς χρόνους. πολλάκις γοῦν καὶ τὸν βραχύν χρόνον ποιεῖ ακρόν. Ὅτι δὲ τοῦτο οὕτως ἔχει καὶ τὴν διαφορὰν ἴσασιν οἱ ποιηταί, λάβωμεν παράδειγμα ἀπὸ παιζούσης κωμῳδίας ἐν σπουδαζούσῃ φιλοσοφίᾳ· ὁ γοῦν Ἀριστοφάνης ἐν ταῖς Νεφέλαις (638) φησὶ Σωκράτης, εἰ καὶ τωθάζει Ἀριστοφάνης·

πότερον περὶ μέτρων ἢ περὶ ἐπῶν ἢ ῥυθμῶν·
ἀντιδιέστειλε γὰρ ἐκεῖνος ἀπὸ ῥυθμῶν τὰ μέτρα· εἰς ἑκάτερον γοῦν τὸ παράδειγμα σημειωτέον, ὅτι τε ῥυθμὸς μέτρου διαφέρει καὶ ὅτι ἴσασιν ἐν διδασκαλίᾳ οἱ παλαιοὶ τὴν τῶν μέτρων θεωρίαν.

Το δὲ μέτρον λέγεται πολλαχῶς. καὶ γὰρ τὴν εὐμετρίαν μέτρον προσαγορεύομεν ὡς ὁ εἰπὼν μέτρον ἄριστον — εἴτε σοφὸν ἀπόφθεγμα εἶτε θεῖον ἀνάθημα. Ἀπόλλωνι μὲν γὰρ ἁρμοδιώτατον, ἐπεὶ καὶ μέτρων ὑρετής. — Λέγεται δὲ μέτρον καὶ αὐτὸ τὸ μετροῦν καὶ τὸ μετρούμενον· ὡς ὅταν εἴπωμεν τὸν μέδιμνον μέτρον καὶ τὸ ἐν αὐτῷ μετρηθὲν μέτρον, ἀμφότερα δὲ καλεῖται μέδιμνος· καὶ αὖ πάλιν εἰ εἴποιμι χόα τὸ σκεῦος, ἐν ᾧ μετρῶ ποσότητά τινα, καὶ αὖ πάλιν ὐτὴν τὴν ποσότητα χόα προσαγορεύομεν· — καὶ αὖ πάλιν αὐτὸ τὸ ξύλον, ὃ μόνον ἔχει πῆχυν, πῆχυν προσαγορεύομεν· – οὕτως μὲν οὖν καὶ ἐπὶ ταύτης τῆς θεωρίας πολλαχόθεν λέγεται μέτρον· Μέτρον τε γὰρ καλοῦμεν πᾶν τὸ μὴ πεζόν, ὡς ὅταν εἴπω τὰ ὲν Πλάτωνος πεζά, τὰ δὲ Ὁμήρου μέτρα. μέτρον καλεῖται καὶ εἶδος ἕκαστον, ὡς ὅταν εἴπω μέτρον ἰωνικὸν καὶ μέτρον ἰαμβικὸν καὶ μέτρον τροχαϊκόν. μέτρον καλεῖται καὶ στίχος ἕκαστος, ὡς ὅταν εἴπω· ἡ πρώτη Ὁμήρου ῥαψῳδία μέτρα ἔχει ἑξακόσια καὶ δέκα – τοῦτο δὲ Ὀδυσσεὺς ὁ μετρικὸς ἐσημειώσατο· – ἔτι τοίνυν μέτρον καλοῦμεν τὴν συζυγίαν, τουτέστι

τὴν διποδίαν, ὡς ὅταν τὸ ἰαμβικὸν τὸ ἀπὸ ἕξ ποδῶν συγκείμενον τρίμετρον καλῶμεν. μέτρον καλοῦμεν καὶ τὸν πόδα ....... μέτρον καλοῦμεν καὶ τὸν χρόνον, ὅν τινες τῶν ῥυθμικῶν σημεῖον προσαγορεύουσιν. ὅτι δὲ τοῦτο οὕτως ἔχει, παράδειγμα τεθήσεται, ὅ τινες μὲν Ὀρφέως, τινὲς δὲ τῆς Πυθίας ὑπολαμβάνουσι· περὶ γὰρ τῶν ἐπῶν λέγων ἢ λέγουσα
ὄρθιον ἑξαμερὲς τετόρων καὶ εἴκοσι μέτρων.

Καὶ ταῦτα οὕτως ἔχει ὥσπερ εἴρηκα. μέτρον γὰρ καὶ ὸ μετροῦν καὶ τὸ μετρούμενον· οὕτως καὶ ἐπὶ τῶν προειρημένων αὐτὸ τὸ μετρούμενον τουτέστι τὸ ποίημα μέτρον προσαγορεύεται, καὶ ἕκαστον τῶν μετρούντων τῆς ὁμοίας τετύχηκεν ὀνομασίας. χρόνος γὰρ συλλαβὴν ποιεῖ, συλλαβὴ δὲ πόδα, ποὺς δὲ συζυγίαν, συζυγία δὲ στίχον, στίχος δὲ ποίημα. πάντα οὖν εἰκότως μέτρα προσαγορεύεται.

Γέγονε δὲ ἀπὸ τοῦ μείρω ῥήματος, ὅ ἐστι μερίζω, ἀφʼ οὗ παρὰ τῷ ποιητῇ (I 612)

ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.
ὡς γὰρ παρὰ τὸ σείω σεῖστρον γίνεται καὶ παρὰ τὸ δέρω δέρτρον καὶ παρὰ τὸ φέρω φέρτρον, οὕτω καὶ παρὰ τὸ μείρω μέρτρον καὶ μέτρον. ὄνομα γοῦν ἐστὶ καὶ ἐκ τῆς ἐτυμολογίας τοῦ μερισμοῦ.

Περὶ δὲ ὅρου μέτρου νῦν εἰπεῖν οὐκ ἀναγκαῖον· αὐτὸς γὰρ ὁ Ἡφαιστίων αἰτιᾶται τὸν Ἡλιόδωρον, ὅτι τοῖς ὑπαρχομένοις γράφει· τοῖς γὰρ ἀπείροις καὶ τοῖς μήπω τῆς μετροποιίας γεγευμένοις ἀδύνατον νοῆσαι ὸν ὅρον.

Ἐπιγέγραπται δὲ ἐγχειρίδιον, οὐχ ὥς τινες ᾠήθησαν παρὰ τὸ ξίφος διὰ τὸ ὀξύνειν τῶν μετιόντων τὰς ψυχάς, ἀλλὰ διὰ τὸ ἐν χερσὶν ἔχειν τοὺς βουλομένους τὰ κεφάλαια τῶν μετρικῶν παραγγελμάτων. τι δὲ ταῦτα οὕτως ἔχει, Ἡλιόδωρος τοῦ ἐγχειριδίου ἀρχόμενος οὕτως λέγει· τοῖς βουλομένοις ἐν χερσὶν ἔχειν τὰ κεφαλαιωδέστατα τῆς μετρικῆς γέγραπται τὸ βιβλίον τοῦτο.

Ἤρξατο δὲ αὐτὸς ὁ Ἡφαιστίων, ὡς ἔφην, ἀπὸ υλλαβῆς. ὕλη γὰρ τοῖς μέτροις ἡ συλλαβή, καὶ ἄνευ ταύτης οὐκ ἂν συσταίη τὸ μέτρον· τὸ δέ ποιοῦν πρὸ τοῦ ποιηθέντος, ὅθεν ἀπὸ συλλαβῆς ἄρξασθαι δίκαιον. οὐκ ἀπὸ τοῦ γένους δὲ ἤρξατο, ἀλλʼ ἀπὸ τοῦ εἴδους. διαφέρει δὲ εἶδος καὶ γένος, ᾗ γένος μέν ἐστι ὸ πρωτότυπον εἰς εἴδη διαιρεθῆναι δυνάμενον, εἶδος δὲ τὸ ἀπὸ τοῦ γένους διηρημένον, οἷον εἴ τις λέγοι ζῷον γένος, εἴδη δὲ αὐτοῦ ἄνθρωπον ἵππον καὶ τὰ λοιπά. οὐκοῦν γένος μέν ἐστιν ἡ συλλαβή, εἴδη δὲ

αὐτῆς βραχεῖα καὶ μακρὰ καὶ ἡ κοινὴ καλουμένη. οὐκ ἔδοξεν οὖν αὐτῷ ἀπὸ τοῦ γένους ποιήσασθαι τὴν ἀρχὴν (τεχνικὸς γὰρ οὗτος ὁ λόγος καὶ οὐ πάνυ τοῖς μέτροις συμβάλλεται) οὐδὲ ὅρῳ τὴν συλλαβὴν περιλαβεῖν οὐδὲ τὸν περὶ αὐτῆς εἰπεῖν λόγον τῆς ἐτυμολογίας· καὶ γὰρ ἐν τοῖς τεχνικοῖς ἔλεγχον ἔσχεν ὁ ὅρος, ὅτι ἡ συλλαβὴ παρὰ τοῦτο ὠνόμασται, παρὰ τὸ ποσότητα στοιχείων εἰς ταὐτὸν συλλαμβάνειν ὧν ἔξεστιν ὑφʼ ἕνα. φθόγγον παραλαβεῖν· οὐχ γὰρ ἂν εἴποι τις τὰς μονογραμμάτους. ἀλλὰ ταῦτα μὲν ζητείτωσαν ἱ τεχνικοί. —

Ἐν δὲ τοῖς μετρικοῖς εἰδέναι δεῖ, ὅτι πᾶσα βραχεῖα ἴση καὶ πᾶσα μακρὰ ἴση· καθόλου γὰρ αἱ μέν εἰσι δίχρονοι, αἱ δὲ μονόχρονοι. ἐντεῦθεν τὸν μὲν δάκτυλον καλοῦμεν τετράχρονον, τὸν δὲ πυρρίχιον δίχρόνον, οὐ πολυπραγμονοῦντες τῆς ποιητικῆς λέξεως ἢ συλλαβῆς τὰ στοιχεῖα οὐδὲ ἐν ποσότητι καταμετροῦντες τοὺς χρόνους ἀλλʼ ἐν δυνάμει τῆς ποσότητος.

Ἀρκτέον δὲ ἀπὸ βραχείας. οὕτω τοίνυν ὁ Ἡφαιστίων αὐτὴν ὁρίζεται· βραχεῖά ἐστι συλλαβὴ ἡ

ἔχουσα βραχὺ φωνῆεν ἢ βραχυνόμενον, μὴ ἐπὶ τέλους λέξεως, οὕτως ὡς μεταξὺ αὐτοῦ καὶ τοῦ ἐν τῇ ἑξῆς συλλαβῇ φωνήεντος μὴ ὑπάρχειν σύμφωνα πλείονα ἑνὸς ἁπλοῦ, ἀλλʼ ἤτοι ἓν ἢ ηδὲ ἕν. — Πάνυ οὖν ἐπαίνου ἄξιος ὁ ὅρος ὡς πάντα ἔχων ὅσα δεῖ ὑγιῆ ὅρον ἔχειν. ὑγιὴς γὰρ ὅρος καὶ τοῖς φιλοσόφοις εἶναι δοκεῖ ὁ μηδὲν ἔξωθεν τῶν ὁριζομένων συμπεριλαμβάνων καὶ ὁ μηδὲν τῶν ὁριζομένων καταλιπών, ὃς ἀντιστρέφει πρὸς τὸ κεφαλαιῶδες. μὲν οὖν μὴ † συμπεριλαμβάνων παραγγελίαν τοιαύτην οὐ καλῶς ἔχει, οἷον εἴ τις τὸν ἄνθρωπον ὁρίζοιτο † μηκέτι --- τὸν θεὸν τῷ ὅρῳ συμπεριλαμβάνων. ἑκάτερον δὲ ὑπάρξει, ἐὰν ἀντιστρέφῃ πρὸς τὸ κεφαλαιῶδες, τουτέστιν ἐὰν ἀλλήλων ὑπάρχωσιν ὅροι ὐτός τε ὁ ὅρος καὶ τὸ ὁριζόμενον, οὕτως ὡς ἐπὶ τοιοῦδε παραδείγματος· ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν. εἴ τι οὖν ἐστὶ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, τοῦτό ἐστιν ἄνθρωπος πάντως. καὶ αὖ πάλιν· φωνή ἐστιν ὴρ πεπληγμένος. εἴ τι οὖν ἐστὶν ἀὴρ πεπληγμένος, τοῦτο φωνὴ πάντως· οὕτως οὖν καὶ ἐπὶ τοῦ προκειμένου ὅρου ἴδωμεν τὸ ἀντιστρέφον· εἴ τι ἐστὶ βραχὺ φωνῆεν, μὴ ἐπὶ τέλους λέξεως κείμενον, μεταξύ ἑαυτοῦ
καὶ τῆς ἄλλης συλλαβῆς οὐκ ἔχον σύμφωνα ἑνὸς πλείονα, τοῦτο πάντως ἐστὶ συλλαβὴ βραχεῖα. – Πρόσκειται δὲ τὸ μὴ ἐπὶ τέλους λέξεως κείμενον διὰ τὴν κοινὴν λεγομένην. ἐὰν γὰρ εἰς μέρος ἀπαρτίζῃ λόγου, τῷ τῆς κοινῆς ὑποπίπτει λόγῳ, οἷον ἡ τ͞α συλλαβὴ βραχεῖά ἐστιν, ἐπὶ δὲ τέλους λέξεως κειμένη ἐνομίσθη ποτὲ μακρὰ ὡς παρὰ τῷ ποιητῇ (Φ 352)
τὰ περὶ καλὰ ῥέεθρα.
καὶ αὖ πάλιν ἡ πρὸς συλλαβὴ βραχεῖά ἐστιν, ἀλλʼ ἐν τόπῳ κεῖται μακρᾶς, ὅταν Ὅμηρος εἴπῃ (I 147)
πρὸς οἶκον Πηλῆος·
σπονδεῖον γὰρ δεῖ εἶναι τὸν πόδα
πρὸς οἷ
. — Ἔτι δέ φησι μὴ ἔχειν σύμφωνα μεταξὺ – ἓν διὰ τὴν θέσει μακράν· εἰ γὰρ συμβαίη βραχεῖ ἢ βραχυνομένῳ φωνήεντι δύο σύμφωνα ἐπενεχθῆναι, μακρὰν ποιήσει ὴν συλλαβήν, οἷον ἡ ε̄ συλλαβή ἐστι βραχεῖα, ἀλλʼ ἐὰν δύο σύμφωνα ἐπενεχθῇ ὡς ἐν τῷ Ἕκτωρ, μακρὰν ποιήσει τὴν συλλαβήν. διὰ τοῦτο προσέθηκε μὴ δεῖν ὑπάρχειν σύμφωνα δύο, ἀλλʼ ἓν ἁπλοῦν ἢ μηδὲ ἕν. καὶ γὰρ ἐὰν διπλοῦν προσενεχθῇ, μακρὰν ποιήσει ὴν συλλαβὴν ὡς ἐν τῷ (A 139)
ἄξω ἑλών.