Ars rhetorica

Cassius Longinus

Cassius Longinus. Rhetores Graeci, Volume 1. Spengel, Leonard, editor. Leipzig: Teubner, 1853.

Περὶ δὲ τῆς οἰκονομίας καὶ διοικήσεως προοιμίων καὶ διηγήσεων καὶ πίστεων καὶ ἐπιλόγων ἀναγκαῖον προειπεῖν τοσοῦτον, ὅτι τοῖς μὲν προοιμίοις πλείοσιν ἐν τοῖς μεγάλοις πράγμασι καὶ διαβεβλημένοις χρηστέον ἐὰν δὲ

303
ὑπὲρ μικρῶν καὶ φαύλων ὁ λόγος , μικρὸν ἔστω τὸ προοίμιον. χρηστέον δὲ τοῖς προοιμίοις καὶ πρὸ τῶν. παραδόξων ἐπιχειρημάτων, καὶ πρὸ παντὸς τοῦ μέλλοντος δόξειν οὕτω πως ἔχειν, κἀν ταῖς ἀρχαῖς κὰν ταῖς τελευταῖς τῶν κατασκευαζομένων, ὡς ἄν ἀφορίζῃς καὶ διαρθροῖς τὰ εἰρημένα, καὶ τὸν λόγον ἀναλαμβάνῃς μερίζων ταῖς τῶν προοιμίων ἐμβολαῖς τὰ ζητούμενα· πιθανώτατον γὰρ τοῦτο καὶ ῥητορικώτατον τὸ γένος τῶν λόγων ὃ κέκληται προοίμιον, ἡ παρασκευὴ καὶ θεραπεία τῶν ἀκροωμένων. ὅτῳ δὲ ἂν λόγῳ μὴ προσῇ ταῦτα, στέρεται τῆς πιθανότητος ἀναισθησίαν ἐνδεικνύμενος τοῦ λέγοντος καὶ πολλὴν ἀμαθίαν, εἰ μήτε ὧν πάσχουσιν οἱ ἀκούοντες μήτε ὧν αὐτὸς λέγει πραγμάτων κριτὴς γίνεται διʼ ὧν αἱ τῶν προοιμίων ἔννοιαι παρίστανται πραϋνόντων, ἐπαγγελλομένων ἐπαγωγήν, συγγνώμην ἡμῖν αἰτουμένων, προτυπουμένων τὰ μέλλοντα καὶ προκαθισταμένων τὴν ἀκρόασιν ἐξ ὧν ἂν ὑπείπωμεν.

Ἀλλὰ καὶ περὶ διηγήσεως λεκτέον, ὅτι καὶ διὰ πλειόνων καὶ ἐλαχίστων εἴποις ἄν τὴν δήλωσιν τῶν πραγμάτων, [*](557) ἄν μὲν πολλὰ πράγματα, διὰ πολλῶν, ἂν δὲ ὀλίγα, διʼ ἐλαχίστων. ἐπεκδιδάξεις γὰρ εἰς προτάσεις ἄγων καὶ πολλὰς διηγήσεις τὰς ἐπὶ μέρους κατʼ εἶδος ὀνομάζων ἐν τοῖς προοιμίοις ὄ μέλλεις ἀποδεικνύειν καὶ διηγεῖσθαι εἰ γὰρ πάντα ἅμα ἀθρόως ἐρεῖς, ταράξεις τε καὶ ταραχθήσῃ.

Ἐν δὲ τοῖς κεφαλαίοις τοῖς τῶν πίστεων καὶ τοῖς εἴδεσι τούτων πρῶτα θήσεις καὶ τελευταῖα τὰ πάντων κράτιστα, καὶ ἐξελέγξεις τὰ τῶν ἀντιδίκων, τὰ σαθρὰ καὶ ἀσθενῆ τῶν εἰρημένων ὑπʼ ἐκείνων προτάττων, καὶ ὅσα ῥᾳδίως λῦσαι δυνήσῃ, προτενεῖς δὲ οὐχ ὁμοίως ἐκείνοις, ἀλλʼ οἷόν τε μάλιστα εὐεπιχείρητον εἶναί σοι· εἰ γὰρ ἀπὸ τῶν ἰσχυροτάτων ἄρχοιο τῶν ἐχθρῶν ὄντων ἀλύτων, ἢ

304
τὰ σμικρότατα σαυτοῦ προτάττοις, διαβεβλήσῃ πρὸς τοὺς ἀκούοντας, νήφοντος τοῦ δικαστοῦ καταρχὰς καὶ μέγιστα, καὶ σαφῶς ἀκοῦσαι θέλοντος.

Ἡ δὲ φύσις τῶν ἐπιλόγων ἀντιστρόφως τοῖς προοιμίοις ἔχουσα εὑρίσκεται. τὰ γὰρ αὐτὰ καὶ προοιμιαζομένοις πολλάκις καὶ προτρέπουσι τοὺς δικαστὰς πρέπει κατὰ τὸ σχῆμα τῶν ἐπιλόγων διενήνοχε δὲ ὅμως τῷ μέτρῳ. πλείω γὰρ ὡς τὸ πολὺ ἐπὶ τῶν ἐπιλόγων ἐγχωρεῖ πρὸς τοὺς δικαστὰς εἰπεῖν ἢ διὰ τῆς ἀρχῆς καὶ τῆς παρασκευῆς. καὶ καταρχὰς μὲν ἐπαγγελίαν ἔχει καὶ μερισμὸν τῶν κεφαλαίων τὸ προοίμιον· καὶ τὴν μὲν ἐπαγγελίαν ἔχει τῆς ἀποδείξεως, τὸν δὲ μερισμὸν εὐμαθείας ἕνεκατῷ δὲ ἐπιλόγῳ τοιοῦτον μὲν οὐδέν, αὔξησις δὲ καὶ ἀνάμνησις [*]((713)) τῶν ἤδη λεχθέντων καὶ τῆς ὑποθέσεως τῆς ἐκ τῶν προοιμίων συντετελεσμένης.