Ars rhetorica

Cassius Longinus

Cassius Longinus. Rhetores Graeci, Volume 1. Spengel, Leonard, editor. Leipzig: Teubner, 1853.

Ὁ χρόνος δὲ διαιρούμενος οὐδὲ ἀριθμῆσαι ῥᾴδιον ὅσα σοι συντελεῖ· τὸ γὰρ κατὰ χρόνον πότερα νῦν οὐκ ἐχρῆν, ἀλλὰ πέρυσι καὶ προπέρυσιν, ὅτε ἔδωκεν ὁ νόμος, γράφεσθαι, καὶ μετὰ τοῦτο ἔξεστι. χρόνον δὲ ὁρίζω καὶ τὴν ἑορτήν, Διονύσια, Παναθήναια, πόλεμον, εἰρήνην, ἡλικίαν νεωτέρου καὶ πρεσβυτέρου, συμπόσιον, νύκτα

300
σκοτεινήν, ἐπισέληνον, χειμῶνα, ἑτέραν ὥραν· καὶ ὁ καιρὸς ἐν χρόνου μοίρᾳ, καὶ τὸ πρότερον καὶ τὸ νῦν καὶ τὸ μέλλον.

[*](553)

Ἀλλὰ καὶ τὸ ἔχειν οὐ σμικρόν ἐστιν ἐν τούτοις, ὅτι ξίφος εἶχεν, ὑποδήματα εἶχε, χρυσίον, ἐσθῆτα, ἀσπίδα, δόρυ, πάντα ὅσα σκεύη κέκληται.

[*]((711))

Τὸ δὲ κεῖσθαι σχῆμα μὲν δηλοῖ, ῥᾴδιον δὲ καὶ ἀπὸ τούτου συλλέγειν ἀφορμὰς τῶν λόγων· δευρὶ τὴν χεῖρα, ἀλλʼ οὐ δευρὶ μετήνεγκεν, οὕτως ἥσθητο, οὕτως ἐνεώρα μοι, ὀρθὸς ἦν, καὶ προσεκεκύφει τῇ γῇ· πλάγιοι ἦσαν καὶ τὰ γυμνὰ ἐδείκνυσαν, ὥστε βάλλεσθαι· πλαγίους τοὺς ἵππους εἶχον, ὥστε μὴ ἀμύνεσθαι ἀπέστραπτο, οὐκ ἄρα προσέσχεν· κατὰ νώτου με εἶχεν ὕπτιος ἦν, πῶς οὖν ἑώρα; ταῦτα οὖν λογιζόμενος καὶ τὰ ὅμοια τούτοις δόξεις τι λέγειν περὶ τοῦ πράγματος καὶ πίστεις παρέχεσθαι τῆς ἀληθείας.

Τὸ δὲ ποιεῖν σἴτιόν ἐστιν ἄνευ γὰρ αἰτίας οὐδὲν ἄν ποτε γένοιτο· διαιροῦμεν δὲ τὰς αἰτίας, ἑκών, ἐξ ἀνάγκης, διʼ αἰσχροκέρδειαν, δι᾿  ἀηδίαν, τῇ χειρὶ ἐποίησε, τοῖν ποδοῖν, τῷ ὀφθαλμῷ, τῇ κεφαλῇ, ξίφει, δόρατι, βέλει, κακίᾳ, ἀπλότητι, τῷ αὐτομάτῳ.