Fragmentum alchemica
Iamblichus Alchemista
Collection des anciens alchimistes grecs, Volume 3. Berthelot, Marcellin, and Ruelle, Charles-Émile, editors. Paris: Georges Steinheil, 1888.
Εἶτα λείωσον· καὶ πρόσβαλε χολὴν ἰχνεύμονος, ἢ ἀλώπηκος, ἢ ἀλεκτρυόνος μελόποδος, καὶ πυρίτου τροχίσκον· ξήρανον ἐν σκιᾷ, καὶ λείωσας κατάγγισον εἰς ὑέλινον ἄγγος· καὶ τούτῳ εἰς πυξίδα μόλυβδον
ἢ κασσίτερον βάλλων, κατάχωσον εἰς ἱππείαν ἐπὶ ἡμέρας ιε', καὶ λαβών ποίει οὕτως. Ἐπὶ μὲν ὀξείας λαβὼν τοῦ φαρμάκου τριόβολον ὁλκῆς, καὶ χολὴν καμήλου τὸ ἴσον, τρίβε, καὶ δὸς σησάμου τὸ μέγεθος· ἐὰν δὲ ἀλύπως κοσμῆσαι ἐν ἡμέραις ζ'· ἐὰν δὲ ἐν ἡμέραις ι', φακοῦ τὸ μέγεθος. Ἐπὶ δὲ ὑποκεχυμένον ἀνὰ παρακεντήσεως, λειοτριβήσας ἀπὸ τῆς πυξίδος, μικρὸν μετὰ γάλακτος γυναικείου ἀρρενοτόκου, ἐνχρίων ἐπὶ ἡμέρας ζ'. καὶ μὴ λούων ἐπὶ ἡμέρας μϛ'.Ἐπὶ δὲ καταβαφῆς, βάλε κρόκου, μίσεως ὠμοῦ, χαλκάνθου, κυανοῦ, ἐλυδρίου ἀνὰ δρ. α' εἰς τὴν λίτραν τοῦ ἀργύρου, ὅταν διαγελάσῃ· Εἶτα τοῦ ἀναπροζυμίου (?) τοῦ ἀπὸ τῆς πυξίδος, στατῆρας γ'· οἱ ἡδὲ γγ° β' ἥμισυ· ἐν δὲ ἀλὸν πάντα ὁμοῦ μίσγεται καὶ ὑπο ἐμπάσεται, ἕως ὅτε χορτασθῇ ὁ ἄργυρος, καὶ μηκέτι ποιῇ. Σημεῖον δὲ τοῦτο φυρᾶται, καὶ πάλιν καθήται.
(f. 267 r.) ΙΑΜΒΛΙΧΟΥ ΠΟΙΗΣΙΣ. — Λαβὼν κυθάραν καινὴν, θὲς ἐπ᾽ αὐτὴν φιάλην, καὶ βάλε ἐν τῇ φιάλῃ ὑδραργύρου γ° α' ἥμισυ, χαλκοῦ, κασσιτέρου καθαροῦ ῥερινισμένου γ° α' ἥμισυ ἢ β', καὶ ἔλαιον ὀλίγον, καὶ ὑπόκαιε μέχρις ἑνωθῇ. Εἶτα λαβὼν, συλλείωσον αὐτοῖς ταῦτα· στυπτηρίας σχιστῆς γ° α' ἥμισυ, μυσίδῃν ὠμὸν γ° α' ἥμισυ, ἀρσενίκην γ° α' ἥμισυ, καὶ βάλε εἰς λοπάδα καινήν· καὶ ὕδωρ θείου μετὰ κόμεως ὀλίγου συλλειώσας αὐτοῖς καὶ περιπηλώσας ἀσφαλῶς, ἕψει μαλθακῷ πυρὶ, μέχρις εἰκάσῃς συμπεπλεχθῆναι τὸ εἶδος. Ἔπειτα ἄρας. βρέχε εἰς ὄξος ἅλμην στερεὰν ἐπὶ ἡμέρας ζ´. Εἶτα ξηράνας λείωσον, καὶ ἐπίβαλε θείῳ ἐλαίῳ βράσαντι, ἵνα κηρώδης γένηται, καὶ εὐθέως πήσεται ὡς λίθος. Τοῦτο πάλιν λείωσον, ὅταν ξηρανθῇ· συμμιγνύων αὐτῷ λίθου πυρίτου γ° α' ἥμισυ, κατμίας ὀστρακίνης, ἐν δὲ ἄλλῳ, κατμίας ὀλυμπικῆς ἣν χρῶνται οἱ βαφεῖς, ἣν καὶ πλακίτην καλοῦσιν·
ὁμοῦ λειώσας, ἐπίβαλε τῷ ἀργύρῳ διαγελάσαντι, μεθ᾽ οὗ χορτασθῇ, καὶ ἀποπτύσῃ. Καὶ λαβὼν τοῦ ἀργύρου τούτου μέρος α', χρυσοῦ μέρη γ', καὶ νεφέλης τὸ διπλοῦν, ποίει μάλαγμα· καὶ βάλε εἰς ὑέλεον ληκύθιον, ὑποστρώσας σινωπίδος, καὶ χαλκάνθου ἐξ ἴσου· ὁμοῦ λειώσας, καὶ ποίει σύμφιμον, ὄπτα νυχθήμερον· καὶ ἐξελὼν, τρίβε μετὰ ἐλαίου ῥεφανίνου καὶ λιθαργύρου λευκῆς· καὶ σφαιροποιήσας κατάσπασον· καὶ οὕτως σύνκρουσον χρυσὸν εὑρύζον, ἔνκαιε, καὶ ἔσται εὁρύζον.ΧΡΥΣΟΥ ΠΟΙΗΣΙΣ. — Λαβὼν χαλκὸν καθαρὸν ἐρυθρὸν, ποίει λαμνία (f. 267 v.) ἰσχνὰ, καὶ ἐπίθες ἐπὶ ἀνθράκων πυρὸς, ὑπόφυσον φυσητῆρσι, καὶ ἔνπασον ἅλας τὸ ἐρυθρὸν καὶ κοινόν· εἶτα ὤχρας, εἶτα ἅλας· καὶ στρέψας τὸ λαμνίον, τὸ αὐτὸ ποίει, καὶ τοῦτο ποίει πολλάκις ὡσεὶ ἀρέσει, ὡς καὶ διασκοπὲν τὸ ἔργον φανῆναι χρυσόν· τὴν γὰρ χρείαν καὶ ἔσωθεν ἔχει.
Λαβὼν οὖν τούτου τοῦ χρυσοῦ γράμμα α', καὶ ἀργύρου πρωτείου ἀραιωθέντος γράμματα γ', χώνευε καὶ ποίει πέταλα, καὶ χρίσον τοῦ σιδήρου τοῦ ἐκ τῆς ἑβραϊκῆς πράξεως γράμματα β' ἄνω καὶ κάτω, καὶ γίνεται ὡς χρυσὸς μέλας· καὶ πάλιν χώνευσον· τοῦτο ποίει ἐκ τρίτου, καὶ εὑρίσκεις χρυσὸν παροικονούμενον, καὶ βαλεῖς τῆς ἀληθείας γ° α', καὶ τοῦ σώματος μαγνησίας? γ° α', καὶ ἔσται εὑρύζον.
ΧΡΥΣΟΥ ΔΙΠΛΩΣΙΣ. — Νεφέλην ζέσον ἐλαίῳ ῥεφανίνῳ· εἶτα πῆξον καὶ λείωσον ἐν ὄξει καὶ στυπτηρίαν σχιστὴν, καὶ ἁλὶ ἐπὶ ἡμέρας ζ'· καὶ γλυκάνας, ξήρανον, καὶ ἔχε.
Καὶ λαβὼν κιννάβαριν, κινναβάρισον ἐλαίῳ ῥεφανίνῳ· εἶτα πῆξον εἰς ληκύνθη, καὶ ἀσφαλισάμενος, θὲς ἐν χώστρᾳ ὥρας ϛ'· καὶ πλύνας, βάλε εἰς θυείαν καὶ στυπτηρίαν, καὶ ἅλας, καὶ τρίβε ἐπὶ ἡμέρας ζ'· καὶ ἀποπλύνας ὕδατι, γλύκιζε, ξήρανον, καὶ ἔχε.
Καὶ λαβὼν χρυσοκόλλαν, οἰκονόμει οὔρῳ δαμάλεως ἐπὶ ἡμέρας ζ'.
Εἶτα πυρὶ κατάβαπτε εἰς ἔλαιον ῥεφάνινον ἡμέρας ζ' ἢ η'. Ζέννυε ἐλαίῳ ῥεφανίνῳ, καὶ ἔχε.Εἶτα λαβὼν μυσίδην, οἰκονόμει οὔρῳ ἀφθόρου ἐπὶ ἡμέρας ζ' ἢ καὶ πλείονας, ξηράνας, ἔχε.
Εἶτα λαβὼν ἀρσενίκην, λείε καὶ βρέχε ὄξει πάλιν ἡμέρας ζ'· καὶ ζέννυε τὸν ζωμὸν ἐν ᾧ ἐβράχη (f. 268 r.) ἐπὶ πολύ. Εἶτα πλύνας καὶ ἀποσειρώσας αὐτῆς τὴν ἀχλὺν, ξήρανον. Εἶτα λαβὼν οὖρον βοὸς μεῖναν ἡμέρας ζ', καὶ πλύνας, ξήρανον, καὶ ἔχε.
Εἶτα λαβών χαλκάνθου μέρος α', καὶ θείου ἀπύρου μέρος α', συνλείου καὶ ὄπτα ἐν χώστρᾳ ἢ ἐν ληκυθίῳ ἡμέραν γ', καὶ ἔχε.
Εἶθ᾽ οὕτως ποίησον μίξιν τῶν εἰδῶν ἢ τῆς νεφέλης γ° α', κινναδάρεως γ° α', χρυσοκόλλης γ° γ° β', μίσεως δρ. ϛ' γράμμα α'· τρίβε ὁμοῦ μετὰ ὄξους ὀλίγου, ποίει πηλῶδες, καὶ ὄπτα ἐν κλιβάνῳ ἕως διάπυρον γένηται τὸ ἄγγος ἐπὶ πολύ· καὶ τούτῳ τῷ ὀπτηθέντι μίξον ἀρσενικὴν δρ. β', σανδαράχην δρ. β', κόμμεως δρ. β'. Ὁμοῦ λύε ὕδατι θείῳ τῷ διὰ οὔρου ἡμέρας ζ', καὶ ποίει γλοιῶδες τοῦτο· χρῶ· καὶ τούτῳ χρίε τὰ πέταλα, καὶ ἀλλαγήσεται.
Ἐὰν δὲ αὐτὸ ξηρίον θέλῃς ἔχειν, ξήρανον, καὶ, ὅτε βούλει, ἄνες τῷ ὕδατι τῷ διὰ οὔρου καὶ θείου, καὶ χρίε τὰ πέταλα γενόμενα διὰ τῆς μίξεως τοῦ χαλκοῦ καὶ ἀργύρου καὶ χρυσοῦ. Ἔστιν δὲ ἡ μίξις ἥδε· ἀργύρου καθαροῦ μέρος α'· χαλκοῦ νικαηνοῦ πρωτείου μέρος τὸ ἥμισυ. Μέρισον εἰς β' τὸν χαλκὸν, καὶ τὸ ἥμισυ συγχώνευσον γ' τὸν ἄργυρον, ἵνα καλῶς καταμιγῇ· καὶ πεταλίσας πάσον πυρίτην οἰκονομηθέντι, ὀξάλμῃ ἡμέρας ζ' καὶ γλυκανθέντι, καὶ ὀπτηθέντι ἐμφίμῳ χώστρᾳ ἡμέρας βοταρίῳ (?), καὶ λαβὼν χώνευσον, καὶ πάλιν βάλε τὸ ἄλλο μέρος τοῦ χαλκοῦ ὄξει, ἄργυρον καὶ χώνευσον γ' τῷ αὐτῷ τρόπῳ.
Εἶτα πεταλίσας καὶ πάσας πάλιν τὸν πυρίτην, ὄπτα νυχθήμερον α'·
καὶ συλλειώσας νεφέλην ἰταλικὴν πρὸ ὀφθαλμῶν, (f. 268 v.) τὸ ἥμισυ, χώνευσον τοῦτο δεύτερον, καὶ τότε σύνκρουε χρυσὸν ἴσον, καὶ πεταλίσας, περικατάβαπτε εἰς τόνδε ζωμόν· κρόκον, κνήκου ἄνθος, ἐλυδρίου, κατμίας ζωνίτιδος ἀνὰ μερικὸν α'· ὁμοῦ λύει ὄξει αἰγυπτίῳ ἡμέρας ζ'· πυρροκατάβαπτε. Καὶ τότε λαβὼν τὸ πέταλον, χρίε πρῶτον φαρμάκῳ πτερῷ· καὶ ξηράνας, ὄπτα εἰς ἐπίλυχνα χώστρα νυχθήμερα β'· καὶ ἀνελόμενος, σύνπτυξον τὰ πέταλα· καὶ λαβὼν εἰς χώνην, ὑπόφιμον ποιήσας, χώνευσον κλιβάνοις, καὶ εὕροις ἠλέκτρου ἀσκιάστου.Σουμάριον· ἐτησίου μέρος α', κροτήματος σιδήρου μέρος α', σώματος μαγνησίας μέρος α'· τρίψον ὁμοῦ· ὄπτα ἡμέρας ε', καὶ εὑρήσεις μέλαν ὁμιλήζων (?)· τούτου λαβὼν μέρη β', ὀρειχάλκου πρωτείου μέρη β', χώνευσον ἕως καταμιγῇ καλῶς, καὶ γίνεται ἠλέκτρου κρεῖσσον.