Isagoge artis musicae
Bacchius Geron
Bacchius Geron. Musici Scriptores Graeci. Jan, Karl von, editor. Leipzig: Teubner, 1895.
Φθόγγων δὲ πόσα λέγομεν εἶναι γένη; Δύο. τούτων δὲ οὕς μὲν ἐμμελεῖς καλοῦμεν, οὕς δὲ πεζούς.
Ἐμμελεῖς ποῖοί εἰσιν; — Οἷς οἱ ἂδοντες χρῶνται καὶ οἱ διὰ τῶν ὀργάνων τι ἐνεργοῦντες. τούτου γὰρ μὴ (p. 17) ὑπάρχοντος ἀδύνατόν τι τῶν κατὰ μουσικὴν δεξδι.
Πεζοὶ δὲ ποῖοί εἰσιν; Οἷς οἱ ῥτορές χρῶνται καὶ οἷς αὐτοὶ πρὸς ἀλλήλους λαλοῦμεν. καὶ οἱ μὲν ἐμμελεῖς ὡρισμένα ἔχουσι τὰ διαστήματα, οἱ δὲ πεζοὶ ἀόριστα.