Isagoge artis musicae
Bacchius Geron
Bacchius Geron. Musici Scriptores Graeci. Jan, Karl von, editor. Leipzig: Teubner, 1895.
Μέσης δέ φαμεν εἶναι ὅρους· τις τριῶν συνημμένων τετραχόρδων τοῦ μέσου ὀξυτάτη ἐστίν. οἱ δὲ οὕτως· μέση ἐστὶν ἡ μεταξὑ τόνου καὶ διτόνου ἀσυνθέτου κειμένη. καὶ ἥτις τριῶν τετραχόρδων ἐξῆς κειμένων τοῦ ὀξυτάτου φθόγγου ἐστὶ βαρυτέρα τῇ διὰ τεσσάρων συμφωνίᾳ. καὶ ἀφʼ ἡς ἐπιτείνεται διὰ δ καὶ (p. 16) διὰ ε. καὶ ἀφʼ ἡς τόνος καὶ πυκνὸν ἐπιταθήσεται. καὶ ἀφ ἧς ἐστι συναφή τε καὶ διάζευξις. καὶ ἀφʼ ἧς ἀνίεται διὰ πασῶν καὶ ἐπιτείνεται διἀ πασῶν.