Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Refutationis omnium haeresium librorum decem quae supersunt. Duncker, Ludwig, editor; Schneidewin, F.G., editor. Göttingen: Dieterich, 1859.

Παραμένουσι δὲ εὐτάκτως καὶ ἐπιμόνως εὐχόμενοι ἕωθεν, μηδὲν πρότερον φθεγξάμενοι εἰ μὴ τὸν θεὸν ὑμνήσωσι·

  • καὶ οὕτω προελθόντες ἕκαστοι ἐφ᾿ ὃ βούλονται πράττουσι, καὶ
  • ἕως ὥρας πέμπτης πράξαντες ἐπανίασιν. Ἔπειτα πάλιν συνελθόντες εἰς ἕνα τόπον, περιζώμασί τε λινοῖς περιζωσάμενοι πρὸς τὸ καλύψασθαι τὴν αἰσχύνην, οὕτως ὕδατι ψυχρῷ ἀπολούονται, καὶ μετὰ τὸ οὕτως ἁγνίσασθαι εἰς ἓν οἴκημα συνίασιν (οὐδεὶς
  • δὲ ἑτεροδόξῳ σύνεισιν ἐν τῷ οἴκῳ), καὶ περὶ ἀριστοποιΐαν
  • χωροῦσι. Καθισάντων δὲ κατὰ τάξιν μεθ᾿ ἡσυχίας
    v.1.p.476
    προσφέρονται ἄρτον, ἔπειτα ἕν τι προσφάγιον, ἐξ οὗ ἑκάστῳ τὸ αὔταρκες μέρος. Οὐ πρότερον δὲ γεύεταί τις αὐτῶν, εἰ μὴ ἐπεύξεται εὐλογῶν ὁ ἱερεύς. Μετὰ δὲ τὸ ἄριστον ἐπευξαμένου πάλιν,
  • ἀρχόμενοί τε καὶ πάλιν παυόμενοι ὑμνοῦσι τὸν θεόν. Ἔπειτα
  • τὰς ἐσθῆτας, ἃς ἔνδον συνεστιώμενοι ἀμφιέννυνται, ἀποθέμενοι ὡς ἱεράς, εἰσὶ δὲ λιναῖ, τὰς ἐν τῇ προόδῳ πάλιν ἀναλαμβάνοντες ἐπὶ τὰ φίλα ἔργα ὁρμῶσιν ἕως δείλης. Δειπνοῦσι δὲ ὁμοίως τοῖς προειρημένοις πάντα ποιήσαντες. Οὐδεὶς δὲ
  • πώποτε κραυγάσει, ἤ τις ἑτέρα θορυβώδης ἀκουσθήσεται φωνή,
  • ἠρέμα δὲ ἕκαστοι λαλοῦντες, εὐσχημόνως ἕτερος τῷ ἑτέρῳ τὴν ὁμιλίαν συγχωρεῖ, ὡς τοῖς ἔξωθεν μυστήριόν τι καταφαίνεσθαι τὴν τῶν ἔνδον σιωπήν. Νήφουσι δὲ πάντοτε, πάντα μέτρῳ καὶ ἐσθίοντες καὶ πίνοντες.

  • Πάντες μὲν οὗν τῷ προεστῶτι προσέχουσι, καὶ ὅσα
  • κελεύσει ὡς νόμῳ πείθονται. Ἐσπουδάκασι γὰρ πρὸς τὸ ἐλεεῖν καὶ βοηθεῖν τοῖς καταπονουμένοις. Πρὸ δὲ πάντων ὀργῆς ἀπέχουσι καὶ θυμοῦ καὶ πάντων τῶν ὁμοίων, ἐπίβουλα ταῦτα τοῦ ἀνθρώπου κρίνοντες. Οὐδεὶς δὲ ὄμνυσι παρ᾿ αὐτοῖς, ὅσα δ᾿
  • ἄν τις εἴπῃ, τοῦτο ὅρκου ἰσχυρότερον κρίνεται. Εἰ δὲ ὀμόσει
  • τις, καταγινώσκεται ὡς μὴ πιστευθείς. Σπουδάζουσι δὲ περὶ τὰς τοῦ νόμου ἀναγνώσεις καὶ προφητῶν, ἔτι δὲ καὶ εἴ τι
    v.1.p.478
    σύνταγμα εἴη πιστῶν. Πάνυ δὲ περιέργως ἔχουσι περὶ βοτάνας καὶ λίθους, περιεργότεροι ὄντες πρὸς τὰς τούτων ἐνεργείας,
  • φάσκοντες μὴ μάτην ταῦτα γεγονέναι.
  • Τοῖς δὲ βουλομένοις τῇ αἱρέσει μαθητεύειν οὐκ εὐθέως τὰς παραδόσεις ποιοῦνται, εἰ μὴ πρότερον δοκιμάσωσιν, ἐπ᾿ ἐνιαυτὸν δὲ τὰς ὁμοίας τροφὰς παρατιθέασιν ἔξω τῆς ἑαυτῶν συνόδου οὖσιν ἐν ἑτέρῳ οἴκῳ, ἀξινάριόν τε καὶ τὸ λινοῦν

  • περίζωμα καὶ λευκὴν ἐσθῆτα δόντες. Ἐπειδὰν τούτῳ τῷ χρόνῳ
  • πεῖραν ἐγκρατείας δῷ, πρόσεισιν ἔγγιον τῇ διαίτῃ, καὶ καθαρωτέρως ἀπολούεται ἢ τὸ πρότερον· οὐδέπω δὲ σὺν αὐτοῖς τροφῆς μεταλαμβάνει. Μετὰ γὰρ τὸ δεῖξαι εἰ ἐγκρατεύεσθαι δύναται, ἐπὶ ἔτη ἄλλα δύο δοκιμάζεται τοῦ τοιούτου τὸ ἦθος,
  • καὶ φανεὶς ἄξιος οὕτως εἰς αὐτοὺς κρίνεται. Πρὶν δὲ αὐτοῖς
  • συνεστιαθῇ, ὅρκοις φρικτοῖς ὁρκίζεται, πρῶτον μὲν εὐσεβήσειν τὸ θεῖον, ἔπειτα τὰ πρὸς ἀνθρώπους δίκαια φυλάξειν καὶ κατὰ μηδένα τρόπον ἀδικήσειν τινά, μηδένα δὲ μήτε ἀδικοῦντα μήτε ἐχθρὸν μισήσειν, προσεύχεσθαι δὲ ὑπὲρ αὐτῶν, συναγωνίζεσθαι
  • ἀεὶ τοῖς δικαίοις, τὸ πιστὸν πᾶσι παρέξειν, μάλιστα τοῖς κρατοῦσιν·
  • οὐ γὰρ δίχα θεοῦ συμβαίνειν τινὶ τὸ ἄρχειν· κἂν αὐτὸς ἄρχῃ, μηδέποτε ὑπερηφανεύσασθαι ἐν ἐξουσίᾳ, μηδὲ ἀπειθήσειν ἢ τινὶ κόσμῳ πλεῖον τοῦ ἔθους χρήσασθαι· φιλαλήθη
    v.1.p.480
    δὲ εἶναι, τὸν δὲ ψευδόμενον ἐλέγχειν, μηδὲ κλέπτειν, μηδὲ
  • συνείδησιν ἐπὶ ἀνόμῳ κέρδει μολύνειν, μηδὲν ἀποκρύπτειν τοὺς
  • συναιρεσιώτας, ἑτέροις δὲ μηδὲν ἐξειπεῖν, κἂν μέχρι θανάτου τις βιάζηται. Πρὸς τούτοις ὄμνυσι μηδενὶ μεταδοῦναι τῶν δογμάτων ἑτέρως ἢ ὡς αὐτὸς μετέλαβε.

    Τοιούτοις οὖν ὅρκοις δεσμεύουσι τοὺς προσερχομένους.

  • Εἰ δέ τις ἐν ἁμαρτήματί τιν[ι καταγνωσθ]ῇ, ἀποβάλλεται
  • τοῦ τάγματος, ὁ δὲ ἀποβληθεὶς δεινῷ μόρῳ ἔσθ᾿ ὅτε διαφθείρεται. Τοῖς γὰρ ὅρκοις καὶ τοῖς ἔθεσιν ἐνδεδεμένος οὐδὲ τῆς παρὰ τοῖς ἄλλοις τροφῆς δύναται μεταλαμβάνειν. Ἔσθ᾿ ὅτε οὖν τὸ σῶμα λιμῷ διαφθείρουσιν, [ὅθ]εν ἐν ἐσχάτοις
  • ποτὲ ἐλεοῦσι πολλοὺς ἤδη ἐκλείποντας, αὐτῶν ἱκανὴν μέχρι
  • θανάτου ἐπιτιμίαν ἡγούμενοι.

    Περὶ δὲ τὰς κρίσεις ἀκριβέστατοι καὶ δίκαιοι· δικάζουσι δὲ συνελθόντες οὐκ ἐλάττους τῶν ἑκατόν, τὸ δὲ ὁρισθὲν ὑπ᾿ αὐτῶν ἀκίνητον. Τιμῶσι δὲ τὸν νομοθέτην μετὰ τὸν θεόν,

  • καὶ εἴ τις εἰς τοῦτον βλασφημήσει, κολάζεται. Τοῖς δὲ ἄρχουσι
  • καὶ πρεσβυτέροις ὑπακούειν διδάσκονται. Εἰ δὲ ἐπὶ τὸ αὐτὸ δέκα καθέζονται, οὐ λαλήσει εἷς, εἰ μὴ τοῖς ἐννέα δόξει. Καὶ
    v.1.p.482
    τὸ πτύσαι δὲ εἰς μέσον καὶ τὸ δεξιὸν μέρος φυλάττονται· τὸ δὲ
  • τῷ σαββάτῳ ἀπέχεσθαι ἔργου φροντίζουσι μᾶλλον πάντων Ἰουδαίων.
  • Οὐ μόνον γὰρ τροφὰς αὑτοῖς προπαρασκευάζονται μιᾶς ἡμέρας πρὸς τὸ μὴ πῦρ ἅπτειν, ἀλλ᾿ οὐδὲ σκεῦος μετατιθέασιν, οὐδὲ ἀποπατίζουσι, τινὲς δὲ οὐδὲ κλινιδίου χωρίζονται. Ταῖς δὲ ἄλλαις ἡμέραις ἐπὰν ἀποπατίσαι θέλοιεν, βόθρον
  • ὀρύξαντες ποδιαῖον τῇ σκαλίδι (τοιοῦτον γάρ ἐστι τὸ ἀξινάριον,
  • ὃ τοῖς προσιοῦσι μαθητεύεσθαι πρώτως διδόασι), καὶ περικαλύψαντες τὸ ἱμάτιον ἱζάνουσι, φάσκοντες μὴ δεῖν ὑβρίζειν τὰς αὐγάς, ἔπειτα τὴν ἀνασκαφεῖσαν γῆν ἐπεμβάλλουσιν εἰς τὸν βόθρον, καὶ τοῦτο ποιοῦσιν ἐκλε[γό]μενοι [τοὺς] ἐρημοτέρους
  • τόπους. Ἐπὰν δὲ τοῦτ[ο ποιήσωσ]ιν, εὐθὺς ἀπολούονται ὡς
  • μιαινούσης τῆς ἐκκρίσεως.

    Διῄρηνται δὲ [κα]τὰ [χρ]όνον καὶ οὐχ ὁμοίως τὴν ἄσκησιν φυλάττουσιν, εἰς τέσσαρα μέρη διαχωρισθέντες. Ἕτεροι γὰρ αὐτῶν τὰ ὑπὲρ τὸ δέον ἀσκοῦσιν, ὡς μηδὲ νόμισμα βαστάζειν,

  • λέγοντες μὴ δεῖν εἰκόνα ἢ φέρειν ἢ ὁρᾶν ἢ ποιεῖν.
  • Διὸ οὐδὲ εἰς πόλιν τις αὐτῶν εἰσπορεύεται, ἵνα μὴ διὰ πύλης εἰσέλθῃ, ἐφ᾿ ᾗ ἀνδριάντες ἔπεισιν, ἀθέμιτον τοῦτο ἡγούμενοι τὸ ὑπὸ εἰκόνας παρελθεῖν. Ἕτεροι δὲ ἐπὰν ἀκούσωσί τινος περὶ θεοῦ διαλεγομένου καὶ τῶν τούτου νόμων, εἰ ἀπερίτμητος
  • εἴη, παραφυλάξας τὸν τοιοῦτον ἐν τόπῳ τινὶ μόνον, φονεύειν
  • ἀπειλεῖ εἰ μὴ περιτμηθείη· ὃς εἰ μὴ βούλοιτο πείθεσθαι, οὐ φείδεται, ἀλλὰ καὶ σφάζει. Ὅθεν ἐκ τοῦ συμβαίνοντος τὸ ὄνομα προσέλαβον, Ζηλωταὶ καλούμενοι, ὑπό τινων δὲ Σικάριοι. Ἕτεροι δὲ αὐτῶν οὐδένα κύριον ὀνομάζουσι πλὴν τὸν θεόν, εἰ καὶ
  • αἰκίζοιτό τις ἢ καὶ ἀναιροῖτο. Τοσοῦτον δὲ οἱ μετέπειτα
  • v.1.p.484
    ἐλάττους τῇ ἀσκήσει γεγένηνται, ὥστε τοὺς τοῖς ἀρχαίοις ἔθεσιν ἐμμένοντας μηδὲ προσψαύειν αὐτῶν, ὧν εἰ ψαύσαιεν, εὐθέως ἀπολούονται, ὥς τινος ἀλλοφύλου ψαύσαντες. Εἰσὶ δὲ καὶ μακρόβιοι οἱ πλεῖστοι, ὥστε καὶ πλέον ἑκατὸν ἔτεσι ζῆν. Φασὶν
  • οὖν εἶναι αἴτιον τό τε τῆς ἄκρας θεοσεβείας καὶ τῷ καταγνωσθῆναι
  • ἀμέτρως προσφέρεσθαι ἐγκρατιστὰς εἶναι καὶ ἀοργήτους. Θανάτου δὲ καταφρονοῦσι χαίροντες, ἡνίκα μετὰ συνειδήσεως ἀγαθῆς τελευτῶσιν· εἰ δὲ καὶ αἰκίζοιτό τις τοὺς τοιούτους, ἵνα ἢ τὸν νόμον δυσφημήσῃ ἢ εἰδωλόθυτον φάγῃ, οὐ π[οι]ήσει
  • ὑπομένων θανεῖν καὶ βασάνους βαστάσαι, ἵνα τὸ συνειδὸς μὴ
  • παρέλθῃ.

    Ἔρρωται δὲ παρ᾿ αὐτοῖς καὶ ὁ τῆς ἀναστάσεως λόγος· ὁμολογοῦσι γὰρ καὶ τὴν σάρκα ἀναστήσεσθαι καὶ ἔσεσθαι ἀθάνατον, ὃν τρόπον ἤδη ἀθάνατός ἐστιν ἡ ψυχή, ἣν χωρισθεῖσαν

  • νῦν φασιν εἰς ἕνα χῶρον εὔπνουν καὶ φωτεινὸν ἀναπαύεσθαι
  • ἕως κρίσεως, ὃν χῶρον Ἕλληνες ἀκούσαντες μακάρων νήσους ὠνόμασαν. Ἀλλὰ καὶ ἕτερα τούτων δόγματα πολλοὶ τῶν Ἑλλήνων σφετερισάμενοι ἰδίας δόξας συνεστήσαντο. Ἔστι
    v.1.p.486
    γὰρ ἡ κατὰ τούτους ἄσκησις περὶ τὸ θεῖον ἀρχαιοτέρα πάντων
  • ἐθνῶν, ὡς δείκνυσθαι πάντας τοὺς περὶ θεοῦ εἰπεῖν τετολμηκότας
  • ἢ περὶ τῆς τῶν ὄντων δημιουργίας μὴ ἑτέρωθεν παρειληφέναι τὰς ἀρχὰς ἢ ἀπὸ τῆς Ἰουδαϊκῆς νομοθεσίας, ὧν μάλιστα Πυθαγόρας καὶ οἱ ἀπὸ τῆς Στοᾶς παρ᾿ Αἰγυπτίοις τούτοις μαθητευθέντες παρέλαβον. Λέγουσι δὲ καὶ κρίσιν ἔσεσθαι
  • καὶ τοῦ παντὸς ἐκπύρωσιν, καὶ τοὺς ἀδίκους κολασθήσεσθαι
  • εἰσαεί. Ἀσκεῖται δὲ ἐν αὐτοῖς τὸ προφητεύειν καὶ προλέγειν τὰ ἐσόμενα.

    Ἔστι μὲν οὗν καὶ ἕτερον Ἐσσηνῶν τάγμα, τοῖς μὲν αὐτοῖς ἤθεσι καὶ διαίτῃ χρώμενοι, ἑνὶ δὲ τούτων ἐνδιαλλάττουσι,

  • τῷ γαμεῖν, δεινόν τι λέγοντες δρᾶν τοὺς ἀ[πο]ποιήσαντας
  • γάμου· πρὸς τὴν ἀναίρεσιν τοῦ βίου γίνεσθαι τοῦτο, καὶ μὴ δεῖν ἐκκόπτειν τὴν τῶν τέκνων διαδοχὴν φάσκοντες, ὡς εἰ πάντες τοῦτο φρονήσειαν, ἐκκοπήσεσθαι ῥᾳδίως τὸ πᾶν γένος ἀνθρώπων. Δοκιμάζουσι μέντοι τριετίᾳ τὰς γαμετάς· ἐπὰν δὲ
  • τρὶς καθαρθῶσιν εἰς [πεῖρα]ν τοῦ δύνασθαι τίκτειν, οὕτως
  • ἄγονται. Ταῖς ἐγκύμοσιν οὐχ ὁμιλοῦσιν, ἐπιδεικνύμενοι τὸ μὴ δι᾿ ἡδονὴν γαμεῖν, ἀλλὰ διὰ τέκνων χρείαν. Ὁμοίως δὲ καὶ αἱ γυναῖκες ἀπολούονται καὶ αὐταὶ ἐπένδυμα ἐνδυόμεναι λινοῦν, ὃν τρόπον οἱ ἄνδρες τὰ περιζώματα. Ταῦτα μὲν οὖν [τὰ]
  • κατὰ Ἐσσηνούς.
  • Ἕτεροι δὲ καὶ αὐτοὶ τῶν Ἰουδαίων ἐθῶν ἀσκηταὶ καὶ κατὰ

    v.1.p.488
    γένος καὶ κατὰ νόμους Φαρισαῖοι καλούμενοι, ὧν τὸ μὲν πλεῖστον μέρος ἐστὶ κατὰ πάντα τόπον, πάντων μὲν Ἰουδαίων καλουμένων, διὰ δὲ τὰς ἰδίως δοξαζομένας γνώμας ὀνόμασι κυρίοις
  • ἐπικαλουμένων. Οὗτοι μὲν οὗν τὴν ἀρχαίαν παράδοσιν
  • διακρατοῦντες, ἐπὶ τοῖς κατὰ νόμον καθαροῖς καὶ μὴ καθαροῖς ἐπὶ νεῖκος ἐξετάζοντες διαμένουσι· τά τε τοῦ νόμου ἑρμηνεύουσι, διδασκάλους εἰς ταῦτα προβιβάζοντες. Οὗτοι εἱμαρμένην εἶναι λέγουσι, καὶ τινὰ μὲν κατ᾿ ἐξουσίαν εἶναι, τινὰ δὲ κατὰ τὴν
  • εἱμαρμένην, ὡς τινὰ μὲν ἐφ᾿ ἡμῖν, τινὰ δὲ τῆς εἱμαρμένης,
  • θεὸν δὲ πάντων εἶναι αἴτιον, καὶ μηδὲν ἄνευ θελήματος αὐτοῦ διοικεῖσθαι ἢ συμβαίνειν. Οὗτοι καὶ σαρκὸς ἀνάστασιν ὁμολογοῦσι καὶ ψυχὴν ἀθάνατον καὶ κρίσιν ἐσομένην καὶ ἐκπύρωσιν, καὶ δικαίους μὲν ἀφθάρτους ἔσεσθαι, ἀδίκους δὲ εἰσαεὶ
  • κολασθήσεσθαι ἐν πυρὶ ἀσβέστῳ.
  • Ταῦτα μὲν οὗν καὶ Φαρισαῖοι. Σαδδουκαῖοι δὲ τὴν μὲν εἱμαρμένην ἀναιροῦσι, [καὶ] τὸ[ν θεὸν] μηδέν τι κακὸν δρᾶν ἢ ἐφορᾶν ὁμολογοῦσιν, εἶναι δὲ ἐξ ἀνθρώπων ἐξουσίας τὸ αἱρεῖσθαι τὸ ἀγαθὸν ἢ κακόν. Ἀνάστασιν δὲ ἀρνοῦνται οὐ

  • μόνον σαρκός, ἀλλὰ καὶ ψυχὴν μὴ διαμένειν νομίζουσι· [ταύτῃ
  • δὲ] εἶναι μόνον τὸ ζῆν, καὶ τοῦτο δὲ εἶναι οὗ χάριν ἐγένετο ἄνθρωπος, ἐν δὲ τούτῳ πληροῦσθαι τὸν τῆς ἀναστάσεως λόγον, ἐν τῷ καταλείψαντας ἐπὶ γῆς τὰ τέκνα τελευτᾶν· μετὰ δὲ θάνατον μηδὲν ἐλπίζειν παθεῖν ἢ κακὸν ἢ ἀγαθόν· λύσιν γὰρ
  • ἔσεσθαι καὶ ψυχῆς καὶ σώματος, καὶ εἰς τὸ μὴ εἶναι χωρεῖν
  • τὸν ἄνθρωπον, καθ᾿ ὃ καὶ τὰ λοιπὰ ζῷα. Ὅ,τι δ᾿ ἂν δράσῃ ἄνθρωπος ἐν τῷ βίῳ κακόν, ἀνθρώποις κἂν διαλλαχθῇ,
    v.1.p.490
    κεκέρδηκε, τὴν ὑπὸ ἀνθρώπων διαφυγὼν κόλασιν· ὅ,τι δ᾿ ἂν κτήσηται καὶ πλουτήσας δοξασθῇ, τοῦτο κεκέρδηκε· μέλειν δὲ θεῷ
  • μηδὲν τῶν κατὰ ἕνα. Καὶ οἱ μὲν Φαρισαῖοι φιλάλληλοι, οἱ δὲ
  • Σαδδουκαῖοι φίλαυτοι. Αὕτη ἡ αἵρεσις περὶ τὴν Σαμάρειαν μᾶλλον ἐκρατύνθη. Καὶ αὐτοὶ δὲ τοῖς τοῦ νόμου ἔθεσι προσέχουσι, λέγοντες δεῖν οὕτω ζῆν, ἵνα καλῶς βιώσῃ καὶ τέκνα
  • ἐπὶ γῆς καταλείπῃ. Προφήταις δὲ οὐ προσέχουσιν, ἀλλ᾿ οὐδὲ
  • ἑτέροις τισὶ σοφοῖς, πλὴν μόνῳ τῷ διὰ Μωσέως νόμῳ, μηδὲν ἑρμηνεύοντες. Ταῦτα μὲν οὖν, ἃ καὶ οἱ Σαδδουκαῖοι αἱρετίζουσιν.

    Ἐπεὶ τοίνυν καὶ τὰς παρὰ Ἰουδαίοις διαφορὰς ἐκτεθείμεθα,

  • εὔλογον δοκεῖ καὶ τὴν ἄσκησιν τῆς τούτων θεοσεβείας
  • μὴ παρασιωπᾶν. Ἔστι μὲν οὖν ἡ κατὰ πάντας Ἰουδαίους κατὰ τὴν θεοσέβειαν πραγματεία τετραχῆ, θεολογική, φυσική, ἠθική, ἱερουργική. Καὶ τὸν μὲν θεὸν ἕνα εἶναι λέγουσι, δημιουργόν τε τοῦ παντὸς καὶ κ[ύριον], ποιήσαντα πάντα οὐ πρότερον
  • ὄ[ντα], οὐδὲ ἔκ τινος ὑποκειμένης συγχρόνου οὐσίας, ἀ[λλὰ θ]ελήσαντα
  • καὶ κτίσαντα, εἶναί τε ἀγγέλους, καὶ τούτους γενομένους πρὸς λειτουργίαν τῆς κτίσεως, ἀλλὰ καὶ πνεῦμα ἐξουσιαστικὸν πρὸς δόξαν καὶ αἶνον θεῷ ἀεὶ παραμένον· τὰ πάντα δὲ ἐν τῇ κτίσει αἴσθησιν ἔχειν καὶ μηδὲν εἶναι ἄψυχον. Ἤθους
  • τε ἀντιποιοῦνται σεμνοῦ καὶ σώφρονος βίου, καθὼς ἔστιν ἐκ
  • τῶν νόμων ἐπιγνῶναι. Ταῦτα δὲ πάλαι ἀκριβαζόμενα ἦν παρ᾿ αὐτοῖς, ἀρχῆθεν, [οὐ] νεωστὶ τὸν νόμον παρειληφόσιν, ὡς τὸν ἐντυγχάνοντα καταπλαγῆναι ἐπὶ τοσαύτῃ σωφροσύνῃ καὶ ἐπιμελείᾳ τοῦ περὶ τὸν ἄνθρωπον νομοθετουμένου ἤθους. Ἱερουργικὴ δὲ
  • λειτουργία ἄκρως ἐξήσκητο παρ᾿ αὐτοῖς εὐσχημόνως πρὸς τὸ
  • θεῖον προσφερομένη, καθὼς τοῖς βουλομένοις ῥᾴδιόν ἐστιν ἐντυχοῦσι τῇ περὶ τούτων ἐξαγορευούσῃ βίβλῳ μαθεῖν, ὡς σεμνῶς
    v.1.p.492
    καὶ ὁσίως τῷ θεῷ ἀπαρχόμενοι τῶν παρ᾿ αὐτοῦ δεδωρημένων εἰς χρῆσιν καὶ ἀπόλαυσιν ἀνθρώπων, κελευόμενοι εὐτάκτως
  • καὶ παραμόνως ἐλειτούργουν. Τούτων δέ τινα οἱ Σαδδουκαῖοι
  • ἀπαγορεύουσιν· οὐ γὰρ βούλονται ἀγγέλους ἢ πνεύματα ὑπάρχειν. Οἱ δὲ πάντες ὁμοίως Χριστὸν προσδέχονται, τοῦ μὲν νόμου καὶ τῶν προφητῶν παρεσόμενον προκηρυξάντων, τῶν δὲ Ἰουδαίων τὸν καιρὸν τῆς παρουσίας μὴ ἐπιγνόντων, [ὡς] ἐπιμένειν
  • τὴν ὑπόνοιαν τοῦ δοκεῖν μὴ τὰ εἰ[ρημένα] περὶ τῆς παρουσίας
  • τετελέσθαι, προσδοκᾶν δὲ ἤδη Χριστὸν παρεσόμενον διὰ τὸ παρόντα μὴ ἐπεγνωκέναι, καὶ τὰ σύμβολα τῶν καιρῶν τοῦ ἤδη παραγεγονέναι ὁρῶντας ταράττεσθαι, αἰδεῖσθαί τε ὁμολογεῖν ἐληλυθέναι, ἐπεὶ αὐτόχειρες αὐτοῦ γεγένηνται, ἀγανακτοῦντες
  • ἐλεγχόμενοι ὑπ᾿ αὐτοῦ, ὅτι τοῖς νόμοις μὴ ὑπήκουσαν. Καὶ
  • τὸν μὲν οὕτως ἀποσταλέντα ὑπὸ τοῦ θεοῦ Χριστὸν οὐκ εἶναι τοῦτον λέγουσιν· ἐλεύσεσθαι δὲ ἕτερον, τὸν οὐκ ὄντα, εἰς ὃν τὰ μὲν σύμβολα ἐκ μέρους, ὅσα ὁ νόμος καὶ οἱ προφῆται προέφηναν, ὁμολογοῦσι, τινὰ δὲ καὶ πλανώμενοι νομίζουσι· γένεσιν
  • μὲν γὰρ αὐτοῦ ἐσομένην λέγουσιν ἐκ γένους Δαβίδ, ἀλλ᾿
  • οὐκ ἐκ παρθένου καὶ ἁγίου πνεύματος, ἀλλ᾿ ἐκ γυναικὸς καὶ ἀνδρός, ὡς πᾶσιν ὅρος γεννᾶσθαι ἐκ σπέρματος, φάσκοντες τοῦτον ἐσόμενον βασιλέα ἐπ᾿ αὐτούς, ἄνδρα πολεμιστὴν καὶ δυνατόν, ὃς ἐπισυνάξας τὸ πᾶν ἔθνος Ἰουδαίων, πάντα τὰ
  • ἔθνη πολεμήσας, ἀναστήσει αὐτοῖς τὴν Ἱερουσαλὴμ πόλιν βασιλίδα,
  • εἰς ἣν ἐπισυνάξει ἅπαν τὸ ἔθνος, καὶ πάλιν ἐπὶ τὰ ἀρχαῖα ἔθη ἀποκαταστήσει βασιλεῦον καὶ ἱερατεῦον καὶ κατοικοῦν ἐν πεποιθήσει ἐν χρόνοις ἱκανοῖς· ἔπειτα ἐπαναστῆναι κατ᾿ αὐτῶν πόλεμον ἐπισυναχθέντων· ἐν ἐκείνῳ τῷ πολέμῳ πεσεῖν
  • τὸν Χριστὸν ἐν μαχαίρῃ, ἔπειτα μετ᾿ οὐ πολὺ τὴν συντέλειαν
  • καὶ ἐκπύρωσιν τοῦ παντὸς ἐπιστῆναι, καὶ οὕτως τὰ περὶ τὴν ἀνάστασιν δοξαζόμενα ἐπιτελεσθῆναι, τάς τε ἀμοιβὰς ἑκάστῳ κατὰ τὰ πεπραγμένα ἀποδοθῆναι.

    Δοκεῖ μὲν ἡμῖν ἱκανῶς τὰ πάντων Ἑλλήνων τε καὶ

  • βαρβάρων δόγματα ἐκτεθεῖσθαι, μηδὲν δὲ ἀπολελοιπέναι μήτε
  • v.1.p.494
    τῶν φιλοσοφουμένων μήτε τῶν ὑπὸ αἱρετικῶν φ[ασκο]μένων ἀναπόδεικτον, οἷς ἐξ αὐτῶν τῶν ἐκτεθέντων φανερὸς γεγένηται ὁ ἔλεγχος ἢ κλεψιλογησάντων ἤ τινα ἐρανισαμένων αὐτὰ τὰ ὑπὸ Ἑλλήνων πεπονημένα παραθεμένων ὡς θεῖα. Διὰ πάντων
  • οὖν διαδραμόντες καὶ μετὰ πολλοῦ πόνου ἐν ταῖς ἐννέα
  • βίβλοις τὰ πάντα δόγματα ἐξειπόντες, πᾶσί τε ἀνθρώποις ἐφόδιον ἐν βίῳ μικρὸν καταλιπόντες, καὶ τοῖς παροῦσιν οὐκ ὀλίγης χαρᾶς καὶ θυμηδίας φιλομάθειαν παρασχόντες, εὔλογον ἡγούμεθα ὥσπερ κορυφὴν τοῦ παντὸς [τὸν] περὶ ἀληθείας λόγον
  • ἐπενέγκαι, καὶ τοῦτον ἐν μιᾷ βίβλῳ τῇ δεκάτῃ περιγράψαι,
  • ὅπως ὁ ἐντυγχάνων μὴ μόνον ἀνατροπὴν τῶν τετολμηκότων αἱρέσεις συστήσασθαι ἐπιγνοὺς καταφρονήσῃ τῶν ματαίων, ἀλλὰ καὶ τὴν τῆς ἀληθείας δύναμιν ἐπιγνοὺς ἀξίως θεῷ πιστεύσας σωθῆναι δυνηθῇ.

  • Τάδε ἔνεστιν ἐν τῇ δεκάτῃ τοῦ κατὰ πασῶν αἱρέσεων
  • ἐλέγχου·

    Ἐπιτομὴ πάντων τῶν φιλοσόφων,

    Ἐπιτομὴ πασῶν [τῶν] αἱρέσεων,

  • Καὶ ἐπὶ πᾶσι, τίς ὁ τῆς ἀληθείας λόγος.
  • Τὸν λαβύρινθον τῶν αἱρέσεων οὐ βίᾳ διαρρήξαντες, ἀλλὰ μόνῳ ἐλέγχῳ ἀληθείας δυνάμει διαλύσαντες, πρόσιμεν ἐπὶ τὴν τῆς ἀληθείας ἀπόδειξιν. Τότε γὰρ τῆς πλάνης ἔντεχνα σοφίσματα ἀσύστατα φανερωθήσεται, ἐπὰν ὁ τῆς ἀληθείας

  • ὅρος ἐπιδειχθῇ, οὐκ ἀπὸ σοφίας Ἑλλήνων ἀρχὰς μεταλαβών,
  • οὐδ᾿ Αἰγυπτίων δόγματα, τὰ ἐν αὐτοῖς μετ᾿ ἀξιοπιστίας θρησκευόμενα μάταια, ὡς ἄρρητα διδαχθείς, οὐδὲ Χαλδαίων ἀσυστάτῳ περιεργίᾳ σοφισθείς, οὐδὲ Βαβυλωνίων ἀλογίστῳ μανίᾳ
    v.1.p.496
    δι᾿ ἐν[εργεί]ας δαιμόνων καταπλαγείς, ἀλλ᾿ ᾧ ὑπάρχει τρόπῳ
  • ὅρος ἀληθὴς ὢν ἀφύλακτός τε καὶ ἀκαλλώπιστος, ὃς μόνον
  • φανεὶς ἐλέγξει τὴν πλάνην. Περὶ οὗ εἰ καὶ πλειστάκις ἀποδείξεις ἐποιήσαμεν καὶ ἱκανῶς τὸν τῆς ἀληθείας κανόνα ἀφθόνως τοῖς βουλομένοις ἐπεδείξαμεν, ἀλλά γε καὶ νῦν οὐκ ἄλογον ἐκρίναμεν ἐπὶ πᾶσι τοῖς Ἕλλησι δεδοκημένοις καὶ αἱρετικοῖς
  • ὡσεὶ κορωνίδα τῶν βίβλων ἐπενέγκαι ταύτην τὴν ἀπόδειξιν
  • διὰ τῆς δεκάτης βίβλου.

    Συμπεριλαβόντες τοίνυν τὰ πάντων τῶν παρ᾿ Ἕλλησι σοφῶν δόγματα ἐν τέσσαρσι βιβλίοις, τὰ δὲ τοῖς αἱρεσιάρχαις ἐν πέντε, νῦν τὸν περὶ ἀληθείας λόγον ἐν ᾱ ἐπιδείξομεν, ἀνακεφαλαιούμενοι

  • πρῶτον τὰ πᾶσι δεδοκημένα. Οἱ μὲν γὰρ
  • τῶν Ἑλλήνων δογματισταὶ τὴν φιλοσοφίαν τριχῆ διελόντες οὕτως ἐφιλοσόφησαν, οἱ μὲν φυσικήν, οἱ δὲ ἠθικήν, οἱ δὲ διαλεκτικὴν προσαγορεύσαντες. Καὶ οἱ μὲν τὴν φυσικὴν οὗτοι γεγένηνται, οὕτως δὲ διηγήσαντο· οἱ μὲν ἐξ ἑνὸς τὰ πάντα, οἱ
  • δὲ ἐκ πλειόνων· καὶ τῶν ἐξ ἑνὸς οἱ μὲν ἐξ ἀποίου, οἱ δὲ
  • ἐκ [τοῦ] ποιοῦ· καὶ τῶν ἐκ ποιοῦ οἱ μὲν ἐκ πυρός, οἱ δὲ ἐξ ἀέρος, οἱ δὲ ἐξ ὕδατος, ἄλλοι δὲ ἐκ γῆς· καὶ τῶν ἐκ πλειόνων οἱ μὲν ἐξ ἀριθμητῶν, [οἱ δὲ ἐξ ἀπείρων· καὶ τῶν ἐξ ἀριθμητῶν] οἱ μὲν ἐκ δυοῖν, οἱ δὲ ἐκ τεσσάρων, οἱ δὲ ἐκ (??),
  • οἱ δὲ ἐκ (??)· καὶ τῶν ἐξ ἀπείρων οἱ μὲν ἐξ ὁμοίων τοῖς γεννωμένοις,
  • οἱ δὲ ἐξ ἀνομοίων· καὶ τούτων οἱ μὲν ἐξ [ἀπα]θῶν, οἱ δὲ ἐκ παθητῶν. Ἐξ ἀποίου μὲν οὖν καὶ ἑνὸς σώματος τὴν τῶν ὅλων συνεστήσαντο γένεσιν οἱ Στωϊκοί. Ἀρχὴ
    v.1.p.498
    γὰρ τῶν ὅλων κατ᾿ αὐτούς ἐστιν ἡ ἄποιος ὕλη καὶ δι᾿ ὅλων
  • τρεπτή· μεταβαλλούσης δὲ αὐτῆς γίνεται πῦρ, ἀήρ, ὕδωρ, γ(??)
  • Ἐξ ἑνὸς δὲ καὶ ποιοῦ γεγενῆσθαι τὰ πάντα θέλουσιν οἵ τε περὶ τὸν Ἵππασον καὶ Ἀναξίμανδρον καὶ Θαλῆ τὸν Μιλήσιον. Ἵππασος μὲν ὁ Μεταπόντιος καὶ Ἡράκλειτος ὁ Ἐφέσιος ἐκ πυρὸς ἀπεφήναντο τὴν γένεσιν, Ἀναξίμανδρος δὲ ἐξ ἀέρος
  • Θαλῆς δὲ ἐξ ὕδατος, Ξενοφάνης δὲ ἐκ γῆς. Ἐκ γῆς γὰρ, φησί,
  • πάντα ἐστί, καὶ εἰς γῆν πάντα τελευτᾷ.

    Ἐκ πλειόνων δὲ καὶ ἀριθμητῶν, δυεῖν μέν, γῆς τε καὶ ὕδατος, τὰ ὅλα συνεστηκέναι φησὶν ὁ ποιητὴς Ὅμηρος ὁτὲ μὲν λέγων·

    v.1.p.500
  • Τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε·
  • Ζεὺς ἀήρ, Ἥρη τε φερέσβιος, ἠδ᾿ Ἀϊδωνεύς, Νῆστις δὲ ἡ δακτοῖς σπονδε κρουνῷ μαβρόντιον. Ἐκ πέντε δὲ Ὄκελλος ὁ Λευκανὸς καὶ Ἀριστοτέλης· συμπαρέλαβον γὰρ τοῖς τέσσαρσι στοιχείοις τὸ πέμπτον καὶ κυκλοφορητικὸν
  • σῶμα, ἐξ οὗ λέγουσιν εἶναι τὰ οὐράνια. Ἐκ δὲ τῶν (??)
  • τὴν τῶν πάντων ὑπέθεντο γένεσιν οἱ περὶ τὸν Ἐμπεδοκλέα. Ἐν οἷς μὲν γὰρ λέγει· (??) τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε, ἐκ τεσσάρων ποιεῖ τὴν γένεσιν· ὅταν δὲ προσθῇ· Νεῖκός τ᾿ οὐλόμενον δίχα τῶν, ἀτάλαντον ἁπάντη,
  • καὶ φιλίη μετὰ τοῖσιν, ἴση μῆκός τε πλάτος τε,
  • ἓξ παραδίδωσι τὰς τῶν ὅλων ἀρχάς, (??) μὲν ὑλικάς, γῆν, ὕδωρ, πῦρ, ἀέρα, δύο δὲ τὰς δραστηρίους, φιλίαν καὶ νεῖκος. Ἐξ ἀπείρων δὲ ἐδογμάτισαν τὴν τῶν πάντων γένεσιν οἱ περὶ Ἀναξαγόραν τὸν Κλαζομένιον καὶ Δημόκριτον καὶ Ἐπίκουρον
  • καὶ ἄλλοι παμπληθεῖς, ὧν ἐκ μέρους πρότερον ἐμνήσθημεν.
  • Ἀλλ᾿ ὁ μὲν Ἀναξαγόρας ἐξ ὁμοίων τοῖς γεννωμένοις, οἱ δὲ περὶ τὸν Δημόκριτον καὶ Ἐπίκουρον ἐξ ἀνομοίων τε καὶ ἀπαθῶν, τουτέστιν ἐκ τῶν ἀτόμων, οἱ δὲ περὶ τὸν Ποντικὸν Ἡρακλείδην καὶ Ἀσκληπιάδην ἐξ ἀνομοίων [μέν], παθητῶν δέ,
  • καθάπερ τῶν ἀνάρμων ὄγκων, οἱ δὲ περὶ τὸν Πλάτωνα ἐκ
  • τριῶν· εἶναι ταῦτα λέγουσι θεὸν καὶ ὕλην καὶ παράδειγμα. Τὴν δὲ ὕλην μερίζει εἰς τέσσαρας ἀρχάς, πῦρ, ὕδωρ, γῆν,
    v.1.p.502
    ἀέρα· θεὸν δὲ τὸν ταύτης εἶναι δημιουργόν, τὸ δὲ παράδειγμα νοῦν.

  • Πεπεισμένοι τοίνυν ὅτι πᾶσι τούτοις ὁμολογουμένως
  • ἄπορος εὑρίσκεται ὁ τῆς φυσιολογίας λόγος, αὐτοὶ περὶ τῶν τῆς ἀληθείας παραδειγμάτων ὡς ἔστι καὶ πεπιστεύκαμεν, ἀόκνως ἐροῦμεν, πλ[ὴν] καὶ τὰ τοῖς αἱρεσιάρχαις ἐπιτομῇ πρότερον ἐκθέμενοι, ἵνα καὶ διὰ τούτου εὔγνωστα τὰ πάντων δόγματα παραστήσαντες
  • φανερὰν καὶ εὔγνωστον τὴν ἀλήθειαν ἐπιδείξωμεν.
  • Ἀλλ᾿ ἐπεὶ οὕτως δοκεῖ, ἀρξώμεθα πρῶτον ἀπὸ τῶν τοῦ ὄφεως λειτουργῶν. Ναασσηνοὶ ἄνθρωπον καλοῦσι τὴν πρώτην τῶν ὅλων ἀρχήν, τὸν αὐτὸν καὶ υἱὸν ἀνθρώπου· τοῦτον δὲ τριχῆ διαιροῦσιν. Ἔστι μὲν γὰρ αὐτοῦ, φασί, τὸ μὲν

  • νοερόν, τὸ δὲ ψυχικόν, τὸ δὲ χοϊκόν. Καλοῦσι δὲ αὐτὸν Ἀδάμαν,
  • καὶ νομίζουσι τὴν εἰς αὐτὸν εἶναι γνῶσιν ἀρχὴν τοῦ δύνασθαι γνῶναι θεόν. Καὶ ταῦτα πάντα τὰ νοερὰ καὶ τὰ ψυχικὰ καὶ τὰ χοϊκὰ κεχωρηκέναι εἰς τὸν Ἰησοῦν, καὶ ὁμοῦ δι᾿ αὐτοῦ λελαληκέναι τὰς τρεῖς οὐσίας τοῖς τρισὶ γένεσι. Τοῦ
  • παντὸς οὗτοι φάσκουσι τρία γένη, ἀγγελικόν, ψυχικόν, χοϊκόν,
  • καὶ τρεῖς εἶναι ἐκκλησίας, ἀγγελικήν, ψυχικήν, χοϊκήν· ὀνόματα δὲ αὐταῖς, ἐκλεκτή, κλητή, αἰχμάλωτος. Ταῦτα ἐστὶ τὰ κατ᾿ αὐτοὺς κεφάλαια, ὡς ἐν ὀλίγῳ ἔστι καταλαβεῖν. Ταῦτά
  • φασι παραδεδωκέναι τὸν Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου τῇ
  • Μαριάμνῃ, καταψευδόμενοι ἀμφοτέρων.