Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Refutationis omnium haeresium librorum decem quae supersunt. Duncker, Ludwig, editor; Schneidewin, F.G., editor. Göttingen: Dieterich, 1859.

  • Ἕτεροι δὲ καὶ αὐτοὶ αἱρετικώτεροι τὴν φύσιν, Φρύγες
  • τὸ γένος, προληφθέντες ὑπὸ γυναίων ἠπάτηνται, Πρισκίλλης τινὸς καὶ Μαξιμίλλης καλουμένων, ἃς προφήτιδας νομίζουσιν, ἐν ταύταις τὸ παράκλητον πνεῦμα κεχωρηκέναι λέγοντες, καί τινα πρὸ αὐτῶν Μοντανὸν ὁμοίως δοξάζουσιν ὡς προφήτην, ὧν
  • βίβλους ἀπείρους ἔχοντες πλανῶνται, μήτε τὰ ὑπ᾿ αὐτῶν λελαλημένα
  • λόγῳ κρίναντες, μήτε τοῖς κρῖναι δυναμένοις προσέχοντες, ἀλλ᾿ ἀκρίτως τῇ πρὸς αὐτοὺς πίστει προσφέρονται, πλεῖόν τι δι᾿ αὐτῶν φάσκοντες [ὡς] μεμαθηκέναι ἢ ἐκ νόμου καὶ προφητῶν καὶ τῶν εὐαγγελίων. Ὑπὲρ δὲ ἀποστόλους καὶ πᾶν χάρισμα
  • ταῦτα τὰ γύναια δοξάζουσιν, ὡς τολμᾶν πλεῖόν τι Χριστοῦ
  • ἐν τούτοις λέγειν τινὰς αὐτῶν γεγονέναι. Οὗτοι τὸν μὲν πατέρα τῶν ὅλων θεὸν καὶ πάντων κτίστην ὁμοίως τῇ ἐκκλησίᾳ ὁμολογοῦσι καὶ ὅσα τὸ εὐαγγέλιον περὶ τοῦ Χριστοῦ μαρτυρεῖ, καινίζουσι δὲ νηστείας καὶ ἑορτὰς καὶ ξηροφαγίας καὶ ῥαφανοφαγίας
  • φάσκοντες ὑπὸ τῶν γυναίων δεδιδάχθαι. Τινὲς δὲ αὐτῶν
  • τῇ τῶν Νοητιανῶν αἱρέσει συντιθέμενοι τὸν πατέρα αὐτὸν εἶναι τὸν υἱὸν λέγουσι, καὶ τοῦτον ὑπὸ γένεσιν καὶ πάθος καὶ θάνατον ἐληλυθέναι. Περὶ τούτων αὖθις λεπτομερέστερον ἐκθήσομαι· πολλοῖς γὰρ ἀφορμὴ κακῶν γεγένηται ἡ τούτων αἵρεσις.
  • Ἱκανὰ μὲν οὖν καὶ τὰ περὶ τούτων εἰρημένα κρίνομεν, δι᾿
  • ὀλίγων τὰ πολλὰ φλύαρα αὐτῶν βιβλία τε καὶ ἐπιχειρήματα πᾶσιν ἐπιδείξαντες ἀσθενῆ ὄντα καὶ μηδενὸς λόγου ἄξια, οἷς οὐ χρὴ προσέχειν τοὺς ὑγιαίνοντα νοῦν κεκτημένους.

    Ἕτεροι δὲ ἑαυτοὺς ἀποκαλοῦντες Ἐγκρατίτας τὰ μὲν

  • περὶ τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ ὁμοίως καὶ τῇ ἐκκλησίᾳ ὁμολογοῦσι,
  • περὶ δὲ πολιτείαν πεφυσιωμένοι ἀναστρέφονται, ἑαυτοὺς διὰ βρωμάτων δοξάζειν νομίζοντες ἀπεχόμενοι ἐμψύχων, ὑδροποτοῦντες καὶ γαμεῖν κωλύοντες, καὶ τῷ λοιπῷ βίῳ καταξήρως προσέχοντες, μᾶλλον Κυνικοὶ ἢ Χριστιανοὶ οἱ τοιοῦτοι κρινόμενοι,
  • οὐ προσέχοντες τοῖς διὰ τοῦ ἀποστόλου Παύλου εἰς αὐτοὺς
  • προειρημένοις, ὃς προφητεύων τὰ μέλλοντα ὑπό τινων μάτην καινίζεσθαι οὕτως ἔφη· Τὸ δὲ πνεῦμα ῥητῶς λέγει· Ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς ὑγιαινούσης διδασκαλίας, προσέχοντες πνεύμασι πλάνοις
    v.1.p.438
  • καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων,
  • κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς
  • καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν, ὅτι πᾶν κτίσμα θεοῦ
  • καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον. Ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως. Ἱκανὴ μὲν οὖν αὕτη ἡ φωνὴ τοῦ μακαρίου Παύλου πρὸς ἔλεγχον τῶν οὕτως βιούντων καὶ σεμνυνομένων δικαίων
  • εἰς τὸ δεῖξαι ὅτι καὶ τοῦτο αἵρεσις. Εἰ δὲ καὶ ἕτεραί τινες αἱρέσεις
  • ὀνομάζονται Καϊνῶν, Ὀφιτῶν ἢ Νοχαϊτῶν καὶ ἑτέρων τοιούτων, οὐκ ἀναγκαῖον ἥγημαι τὰ ὑπ᾿ αὐτῶν λεγόμενα ἢ γινόμενα ἐκθέσθαι, ἵνα μὴ κἂν ἐν τούτῳ τινὰς αὑτοὺς ἢ λόγου ἀξίους ἡγῶνται. Ἀλλ᾿ ἐπεὶ καὶ τὰ περὶ τούτων αὐτάρκη δοκεῖ
  • εἶναι, παρέλθωμεν ἐπὶ τὴν πᾶσι τῶν κακῶν αἰτίαν αἵρεσιν
  • Νοητιανῶν, τήν τε ῥίζαν αὐτῆς ἀναπτύξαντες, καὶ τὸν ἔνδον ὄντα ἰὸν φανερὸν ἐλέγξαντες, παύσωμεν τῆς τοιαύτης πλάνης τοὺς ἐπαγομένους ὑπὸ πνεύματος βιαίου, δίκην χειμάρρου.

  • Τάδε ἔνεστιν ἐν τῇ ἐννάτῃ τοῦ κατὰ πασῶν αἱρέσεων
  • ἐλέγχου·

    Τίς ἡ Νοητοῦ βλάσφημος ἀφροσύνη, καὶ ὅτι δόγμασιν Ἡρακλείτου τοῦ σκοτεινοῦ προσέσχεν, οὐ τοῖς Χριστοῦ.

  • Καὶ πῶς Κάλλιστος μίξας τὴν Κλεομένους μαθητοῦ
  • Νοητοῦ καὶ Θεοδότου αἵρεσιν, ἑτέραν καινοτέραν αἵρεσιν συνέστησε, καὶ τίς ὁ τούτου βίος.

    Τίς ἡ καινὴ ἐπιδημία τοῦ ξένου δαίμονος Ἠλχασαΐ,

    v.1.p.440
    καὶ ὅτι σκέπη τῶν ἰδίων σφαλμάτων τὸ δοκεῖν προσέχειν νόμῳ,
  • τῷ δὲ ὄντι γνωστικοῖς δόγμασιν ἢ καὶ ἀστρολογικοῖς καὶ μαγείαις
  • πρόσκειται.

    Τίνα παρὰ Ἰουδαίοις ἔθη καὶ πόσαι τούτων διαφοραί.

    Πολλοῦ τοίνυν τοῦ περὶ πασῶν αἱρέσεων γενομένου ἡμῖν ἀγῶνος μηθέν γε ἀνεξέλεγκτον καταλιποῦσι, περιλείπεται

  • νῦν ὁ μέγιστος ἀγών, ἐκδιηγήσασθαι καὶ διελέγξαι τὰς ἐφ᾿
  • ἡμῖν ἐπαναστάσας αἱρέσεις, δι᾿ ὧν τινες ἀμαθεῖς καὶ τολμηροὶ διασκεδαννύειν ἐπεχείρησαν τὴν ἐκκλησίαν, μέγιστον τάραχον κατὰ πάντα τὸν κόσμον ἐν πᾶσι τοῖς πιστοῖς ἐμβάλλοντες. Δοκεῖ γὰρ ἐπὶ τὴν ἀρχηγὸν τῶν κακῶν γενομένην γνώμην ὁρμήσαντας
  • διελέγξαι, τίνες αἱ ταύτης ἀρχαί, ὅπως εὔγνωστοι αἱ
  • ἐκφυάδες αὐτῆς ἅπασι γενόμεναι καταφρονηθῶσι.

    Γεγένηταί τις ὀνόματι Νοητός, τῷ γένει Σμυρναῖος. Οὗτος εἰσηγήσατο αἵρεσιν ἐκ τῶν Ἡρακλείτου δογμάτων· οὗ διάκονος καὶ μαθητὴς γίνεται Ἐπίγονός τις τοὔνομα, ὃς τῇ Ῥώμῃ

  • ἐπιδημήσας ἐπέσπειρε τὴν ἄθεον γνώμην. Ὧι μαθητεύσας Κλεομένης,
  • καὶ βίῳ καὶ τρόπῳ ἀλλότριος τῆς ἐκκλησίας, ἐκράτυνε τὸ δόγμα, κατ᾿ ἐκεῖνο καιροῦ Ζεφυρίνου διέπειν νομίζοντος τὴν ἐκκλησίαν, ἀνδρὸς ἰδιώτου καὶ αἰσχροκερδοῦς· [ὃς] τῷ κέρδει προσφερομένῳ πειθόμενος συνεχώρει τοῖς προσιοῦσι τῷ Κλεομένει
  • μαθητεύεσθαι, καὶ αὐτὸς ὑποσυρόμενος τῷ χρόνῳ ἐπὶ τα
  • αὐτὰ ὥρμητο, συμβούλου καὶ συναγωνιστοῦ τῶν κακῶν ὄντος αὐτῷ Καλλίστου, οὗ τὸν βίον καὶ τὴν ἐφευρεθεῖσαν αἵρεσιν μετ᾿ οὐ πολὺ ἐκθήσομαι. Τούτων κατὰ διαδοχὴν διέμεινε τὸ διδασκαλεῖον κρατυνόμενον καὶ ἐπαῦξον διὰ τὸ συναίρεσθαι αὐτοῖς
  • τὸν Ζεφυρῖνον καὶ τὸν Κάλλιστον, καίτοι ἡμῶν μηδέποτε συγχωρησάντων,
  • ἀλλὰ πλειστάκις ἀντικαθεστώτων πρὸς αὐτοὺς καὶ διελεγξάντων καὶ ἄκοντας βιασαμένων τὴν ἀλήθειαν ὁμολογεῖν· οἳ πρὸς μὲν ὥραν αἰδούμενοι καὶ ὑπὸ τῆς ἀληθείας συναγόμενοι ὡμολόγουν, μετ᾿ οὐ πολὺ δὲ ἐπὶ τὸν αὐτὸν βόρβορον
  • ἀνεκυλίοντο.
  • v.1.p.442

    Ἀλλ᾿ ἐπεὶ τῆς γενεαλογίας αὐτῶν τὴν διαδοχὴν ἐπεδείξαμεν, δοκεῖ λοιπὸν καὶ τῶν δογμάτων τὴν κακοδιδασκαλίαν ἐκθέσθαι, [καὶ] πρότερον τὰ Ἡρακλείτῳ τῷ σκοτεινῷ δόξαντα παραθεμένους, ἔπειτα καὶ τὰ τούτων μέρη Ἡρακλείτεια ὄντα φανερῶσαι,

  • ἃ τυχόντες οἱ νῦν προστάται τῆς αἱρέσεως οὐκ ἴσασιν
  • ὄντα τοῦ σκοτεινοῦ, νομίζοντες εἶναι Χριστοῦ. Οἷς εἰ ἐνέτυχον, κἂν οὕτω δυσωπηθέντες παύσονται τῆς ἀθέου δυσφημίας. Ἀλλ᾿ εἰ καὶ πρότερον ἔκκειται ὑφ᾿ ἡμῶν ἐν τοῖς Φιλοσοφουμένοις ἡ δόξα Ἡρακλείτου, ἀλλά γε δοκεῖ προσαναπαραχθῆναι καὶ νῦν,
  • ὅπως διὰ τοῦ ἐγγίονος ἐλέγχου φανερῶς διδαχθῶσιν οἱ τούτου
  • νομίζοντες Χριστοῦ εἷναι μαθητάς, οὐκ ὄντας, ἀλλὰ τοῦ σκοτεινοῦ.

    Ἡράκλειτος μὲν οὗν φησιν εἶναι τὸ πᾶν διαιρετὸν ἀδιαίρετον, γενητὸν ἀγένητον, θνητὸν ἀθάνατον, λόγον, αἰῶνα, πατέρα υἱόν, θεὸν δίκαιον. Οὐκ ἐμοῦ ἀλλὰ τοῦ λόγου

  • ἀκούσαντας ὁμολογέειν σοφόν ἐστιν, ἓν πάντα εἰδέναι,
  • ὁ Ἡράκλειτός φησι, καὶ ὅτι τοῦτο οὐκ ἴσασι πάντες οὐδὲ ὁμολογοῦσιν, ἐπιμέμφεται ὧδέ πως· Οὐ ξυνίασιν ὅκως διαφερόμενον ἑωυτῷ ὁμολογέει· παλίντροπος ἁρμονίη ὅκως περ τόξου καὶ λύρης. Ὅτι δὲ λόγος ἐστὶν ἀεὶ τὸ πᾶν
  • καὶ διὰ παντὸς ὤν, οὕτως λέγει· Τοῦ δὲ λόγου τοῦδε ἐόντος
  • ἀεὶ ἀξύνετοι γίνονται ἄνθρωποι καὶ πρόσθεν ἢ ἀκοῦσαι καὶ ἀκούσαντες τὸ πρῶτον· γινομένων γὰρ πάντων κατὰ τὸν λόγον τόνδε ἀπείροισιν ἐοίκασι πειρώμενοι καὶ ἐπέων καὶ ἔργων τοιουτέων, ὁκοῖα
  • ἐγὼ διηγεῦμαι, διαιρέων κατὰ φύσιν καὶ φράζων
  • ὅκως ἔχει. Ὅτι δέ ἐστι παῖς τὸ πᾶν καὶ δι᾿ αἰῶνος αἰώνιος
    v.1.p.444
    βασιλεὺς τῶν ὅλων οὕτως λέγει· Αἰὼν παῖς ἐστι παίζων, πεττεύων· παιδὸς ἡ βασιληΐη. Ὅτι δέ ἐστιν ὁ πατὴρ πάντων τῶν γεγονότων γενητὸς ἀγένητος, κτίσις δημιουργός, ἐκείνου
  • λέγοντος ἀκούομεν· Πόλεμος πάντων μὲν πατήρ ἐστι,
  • πάντων δὲ βασιλεύς, καὶ τοὺς μὲν θεοὺς ἔδειξε τοὺς δὲ ἀνθρώπους, τοὺς μὲν δούλους ἐποίησε τοὺς δὲ ἐλευθέρους. Ὅτι δέ ἐστιν . . . ἁρμονίη ὅκως περ τόξου καὶ λύρης. Ὅτι δὲ . . . ἀφανὴς ὁ ἀόρατος ἄγνωστος
  • ἀνθρώποις, ἐν τούτοις λέγει· Ἁρμονίη ἀφανὴς φανερῆς
  • κρείττων· ἐπαινεῖ καὶ προθαυμάζει πρὸ τοῦ γινωσκομένου τὸ ἄγνωστον αὐτοῦ καὶ ἀόρατον τῆς δυνάμεως. Ὅτι δέ ἐστιν ὁρατὸς ἀνθρώποις καὶ οὐκ ἀνεξεύρετος, ἐν τούτοις λέγει· Ὅσων ὄψις, ἀκοή, μάθησις, ταῦτα ἐγὼ προτιμέω, φησί, τουτέστι
  • τὰ ὁρατὰ τῶν ἀοράτων . . . . ἀπὸ τῶν τοιούτων αὐτοῦ
  • λόγων κατανοεῖν ῥᾴδιον· Ἐξηπάτηνται, φησίν, οἱ ἄνθρωποι πρὸς τὴν γνῶσιν τῶν φανερῶν παραπλησίως Ὁμήρῳ, ὃς ἐγένετο τῶν Ἑλλήνων σοφώτερος πάντων. Ἐκεῖνόν τε γὰρ παῖδες φθεῖρας κατακτείνοντες ἐξηπάτησαν
  • εἰπόντες· ὅσα εἴδομεν καὶ κατελάβομεν,
  • ταῦτα ἀπολείπομεν, ὅσα δὲ οὔτε εἴδομεν οὔτ᾿ ἐλάβομεν, ταῦτα φέρομεν.